Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“‘ ἐπεὶ δὲ ὑπερεῖδεν ὁ νεανίσκος, κατεκρήμνισεν ἑαυτήν. ἐγένετο δὲ τὸ πάθος περὶ Λευκάδα.
[p. 338] σωφρονικὸν δὲ πάνυ κατεσκεύασεν ὁ ποιητὴς τὸ τῆς παρθένου ἦθος, οὐκ ἐκ παντὸς τρόπου θελούσης
συγγενέσθαι τῷ νεανίσκῳ, ἀλλ᾽ εὐχομένης εἰ δύναιτο γυνὴ τοῦ Εὐάθλου γενέσθαι κουριδία ἢ εἰ τοῦτο μὴ δυνατόν, ἀπαλλαγῆναι τοῦ βίου.’ ἐν δὲ τοῖς κατὰ βραχὺ Ὑπομνήμασιν ὁ Ἀριστόξενος ‘Ἴφικλος, φησίν, Ἁρπαλύκην ἐρασθεῖσαν ὑπερεῖδεν. ἡ δὲ ἀπέθανεν καὶ γίνεται ἐπ᾽ αὐτῇ παρθένοις ἀγὼν ᾠδῆς, ἥτις Ἁρπαλύκη, φησί, καλεῖται.’ ”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.