Ἄμφις δ᾽ ἐν Ἰαλέμῳ
τοῖς σοῖσι συνὼν κορακινιδίοις
καὶ μαινιδίοις.
οἱ δὲ Νειλῶται κορακῖνοι ὅτι γλυκεῖς καὶ εὔσαρκοι, ἔτι δὲ ἡδεῖς, οἱ πεπειραμένοι ἴσασιν. ὠνομάσθησαν δὲ διὰ τὸ διηνεκῶς τὰς κόρας κινεῖν καὶ οὐδέποτε παύεσθαι. καλοῦσι δ᾽ αὐτοὺς οἱ Ἀλεξανδρεῖς πλάτακας ἀπὸ τοῦ περιέχοντος. 82. κυπρῖνος, τῶν σαρκοφάγων καὶ οὗτος, ὡς Ἀριστοτέλης
ὅστις κορακῖνον ἐσθίει θαλάττιον
γλαύκου παρόντος, οὗτος οὐκ ἔχει φρένας.