previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[63]

δὲ Χρῦσα ἐπὶ θαλάττῃ πολίχνιον ἦν ἔχον λιμένα, πλησίον δὲ ὑπέρκειται Θήβη: ἐνταῦθα δ᾽ ἦν καὶ τὸ ἱερὸν τοῦ Σμινθέως Ἀπόλλωνος καὶ Χρυσηίς: ἠρήμωται δὲ νῦν τὸ χωρίον τελέως: εἰς δὲ τὴν νῦν Χρῦσαν τὴν κατὰ Ἁμαξιτὸν μεθίδρυται τὸ ἱερόν, τῶν Κιλίκων τῶν μὲν εἰς τὴν Παμφυλίαν ἐκπεσόντων τῶν δὲ εἰς Ἁμαξιτόν. οἱ δ᾽ ἀπειρότεροι τῶν παλαιῶν [p. 857] ἱστοριῶν ἐνταῦθα τὸν Χρύσην καὶ τὴν Χρυσηίδα γεγονέναι φασὶ καὶ τὸν Ὅμηρον τούτου τοῦ τόπου μεμνῆσθαι. ἀλλ᾽ οὔτε λιμήν ἐστιν ἐνταῦθα, ἐκεῖνος δέ φησινοἱ δ᾽ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο,
1 οὔτ᾽ ἐπὶ θαλάττῃ τὸ ἱερόν ἐστιν, ἐκεῖνος δ᾽ ἐπὶ θαλάττῃ ποιεῖ τὸ ἱερόνἐκ δὲ Χρυσηὶς νηὸς βῆ ποντοπόροιο:
τὴν μὲν ἔπειτ᾽ ἐπὶ βωμὸν ἄγων πολύμητις Ὀδυσσεὺς
πατρὶ φίλῳ ἐν χερσὶ τίθει
2 οὔτε Θήβης πλησίον, ἐκεῖνος δὲ πλησίον: ἐκεῖθεν γοῦν ἁλοῦσαν λέγει τὴν Χρυσηίδα. ἀλλ᾽ οὐδὲ Κίλλα τόπος οὐδεὶς ἐν τῇ Ἀλεξανδρέων χώρᾳ δείκνυται, οὐδὲ Κιλλαίου Ἀπόλλωνος ἱερόν: ποιητὴς δὲ συζεύγνυσινὃς Χρύσην ἀμφιβέβηκας
Κίλλαν τε ζαθέην
3 ἐν δὲ τῷ Θήβης πεδίῳ δείκνυται πλησίον: τε πλοῦς ἀπὸ μὲν τῆς Κιλικίου Χρύσης ἐπὶ τὸ ναύσταθμον ἑπτακοσίων που σταδίων ἐστὶν ἡμερήσιός πως, ὅσον φαίνεται πλεύσας Ὀδυσσεύς. ἐκβὰς γὰρ εὐθὺς παρίστησι τὴν θυσίαν τῷ θεῷ καὶ τῆς ἑσπέρας ἐπιλαβούσης μένει αὐτόθι, πρωὶ δὲ ἀποπλεῖ: ἀπὸ δὲ Ἁμαξιτοῦ τὸ τρίτον μόλις τοῦ λεχθέντος διαστήματός ἐστιν, ὥστε παρῆν τῷ Ὀδυσσεῖ αὐθημερὸν ἀναπλεῖν ἐπὶ τὸ ναύσταθμον τελέσαντι τὴν θυσίαν. ἔστι δὲ καὶ Κίλλου μνῆμα περὶ τὸ ἱερὸν τοῦ Κιλλαίου Ἀπόλλωνος, χῶμα μέγα: ἡνίοχον δὲ τοῦτον Πέλοπός φασιν ἡγησάμενον τῶν τόπων, ἀφ᾽ οὗ ἴσως Κιλικία ἔμπαλιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: