previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[3] ἀκτὴ δ᾽ ἐστὶν Ἀττικὴ ἀμφιθάλαττος, στενὴ τὸ πρῶτον, εἶτ᾽ εἰς τὴν μεσόγαιαν πλατύνεται, μηνοειδῆ δ᾽ οὐδὲν ἧττον ἐπιστροφὴν λαμβάνει πρὸς Ὠρωπὸν τῆς Βοιωτίας τὸ κυρτὸν ἔχουσαν πρὸς θαλάττῃ: τοῦτο δ᾽ ἐστὶ τὸ δεύτερον πλευρὸν ἑῷον τῆς Ἀττικῆς. τὸ δὲ λοιπὸν ἤδη τὸ προσάρκτιόν ἐστι πλευρὸν ἀπὸ τῆς Ὠρωπίας ἐπὶ δύσιν παρατεῖνον μέχρι τῆς Μεγαρίδος, Ἀττικὴ ὀρεινή, πολυώνυμός τις, διείργουσα τὴν Βοιωτίαν ἀπὸ τῆς Ἀττικῆς: ὥσθ᾽, ὅπερ εἶπον ἐν τοῖς πρόσθεν, ἰσθμὸν γίνεσθαι τὴν Βοιωτίαν ἀμφιθάλαττον οὖσαν τῆς τρίτης χερρονήσου τῆς λεχθείσης, ἀπολαμβάνοντα ἐντὸς τὰ πρὸς τῇ Πελοποννήσῳ τήν τε Μεγαρίδα καὶ τὴν Ἀττικήν. διὰ δὲ τοῦτο καὶ Ἀκτήν φασι λεχθῆναι τὸ παλαιὸν καὶ Ἀκτικὴν τὴν νῦν Ἀττικὴν παρονομασθεῖσαν, ὅτι τοῖς ὄρεσιν ὑποπέπτωκε τὸ πλεῖστον μέρος αὐτῆς ἁλιτενὲς καὶ στενόν, μήκει δ᾽ ἀξιολόγῳ κεχρημένον, προπεπτωκὸς μέχρι Σουνίου. ταύτας οὖν διέξιμεν ἀναλαβόντες πάλιν ἀπὸ τῆς παραλίας ἀφ᾽ ἧσπερ ἀπελίπομεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: