previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[22]

τῆς δὲ μεσογαίας κατὰ μὲν τὴν Ἀκαρνανίαν Ἐρυσιχαίους τινάς φησιν Ἀπολλόδωρος λέγεσθαι, ὧν Ἀλκμὰν μέμνηταιοὐδ᾽ Ἐρυσιχαῖος1, οὐδὲ ποιμήν,
ἀλλὰ Σαρδίων ἀπ᾽ ἀκρᾶν.
2 κατὰ δὲ τὴν Αἰτωλίαν ἦν Ὤλενος, ἧς ἐν τῷ Αἰτωλικῷ καταλόγῳ μέμνηται Ὅμηρος, ἴχνη δ᾽ αὐτῆς λείπεται μόνον ἐγγὺς τῆς Πλευρῶνος ὑπὸ τῷ Ἀρακύνθῳ: ἦν δὲ καὶ Λυσιμάχεια πλησίον, ἠφανισμένη καὶ αὐτή, κειμένη πρὸς τῇ λίμνῃ τῇ νῦν μὲν Λυσιμαχείᾳ πρότερον δ᾽ Ὕδρᾳ, μεταξὺ Πλευρῶνος καὶ Ἀρσινόης πόλεως, κώμη μὲν ἦν πρότερον καλουμένη Κωνώπα, κτίσμα δ᾽ ὑπῆρξεν Ἀρσινόης τῆς Πτολεμαίου τοῦ δευτέρου γυναικὸς ἅμα καὶ ἀδελφῆς, εὐφυῶς ἐπικειμένη πως τῇ τοῦ Ἀχελώου διαβάσει: παραπλήσιον δέ τι καὶ Πυλήνη τῷ Ὠλένῳ πέπονθεν. ὅταν δὲ φῇ τὴν Καλυδῶνα αἰπεῖάν τε καὶ πετρήεσσαν, ἀπὸ τῆς χώρας δεκτέον: εἴρηται γὰρ ὅτι τὴν χώραν [p. 648] δίχα διελόντες τὴν μὲν ὀρεινὴν καὶ ἐπίκτητον τῇ Καλυδῶνι προσένειμαν, τὴν πεδιάδα δὲ τῇ Πλευρῶνι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: