Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:

Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[10] καὶ νῦν μὲν ἔχουσιν Ἀθηναῖοι τὴν νῆσον, τὸ δὲ παλαιὸν πρὸς Μεγαρέας ὑπῆρξεν αὐτοῖς ἔρις περὶ αὐτῆς: καί φασιν οἱ μὲν Πεισίστρατον οἱ δὲ Σόλωνα παρεγγράψαντα ἐν τῷ νεῶν καταλόγῳ μετὰ τὸ ἔπος τοῦτο “ Αἴας δ᾽ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας
”1 ἑξῆς τοῦτο “ στῆσε δ᾽ ἄγων, ἵν᾽ Ἀθηναίων ἵσταντο φάλαγγες,
”2 μάρτυρι χρήσασθαι τῷ ποιητῇ τοῦ τὴν νῆσον ἐξ ἀρχῆς Ἀθηναίων ὑπάρξαι. οὐ παραδέχονται δὲ τοῦθ᾽ οἱ κριτικοὶ διὰ τὸ πολλὰ τῶν ἐπῶν ἀντιμαρτυρεῖν αὐτοῖς. διὰ τί γὰρ ναυλοχῶν ἔσχατος φαίνεται ὁ Αἴας, οὐ μετ᾽ Ἀθηναίων ἀλλὰ μετὰ τῶν ὑπὸ Πρωτεσιλάῳ Θετταλῶν; “ ἔνθ᾽ ἔσαν Αἴαντός τε νέες καὶ Πρωτεσιλάου
”Hom. Il. 13.681 καὶ ἐν τῇ ἐπιπωλήσει ὁ Ἀγαμέμνων “ εὗρ᾽ υἱὸν Πετεῶο Μενεσθῆα πλήξιππον
ἑσταότ᾽, ἀμφὶ δ᾽ Ἀθηναῖοι, μήστωρες ἀυτῆς.
αὐτὰρ ὁ πλησίον ἑστήκει πολύμητις Ὀδυσσεύς,
πὰρ δὲ Κεφαλλήνων ἀμφὶ στίχες.
”3 ἐπὶ δὲ τὸν Αἴαντα καὶ τοὺς Σαλαμινίους πάλιν “ ἦλθε δ᾽ ἐπ᾽ Αἰάντεσσι,
”4καὶ παρ᾽ αὐτούς “ Ἰδομενεὺς δ᾽ ἑτέρωθεν,
”5οὐ Μενεσθεύς. οἱ μὲν δὴ Ἀθηναῖοι τοιαύτην τινὰ σκήψασθαι μαρτυρίαν παρ᾽ Ὁμήρου δοκοῦσιν, οἱ δὲ Μεγαρεῖς ἀντιπαρῳδῆσαι οὕτως “ Αἴας δ᾽ ἐκ Σαλαμῖνος ἄγεν νέας, ἔκ τε Πολίχνης,
ἔκ τ᾽ Αἰγειρούσσης Νισαίης τε Τριπόδων τε.
”6ἅ ἐστι χωρία [p. 558] Μεγαρικά, ὧν οἱ Τρίποδες Τριποδίσκιον λέγονται, καθ᾽ ὃ ἡ νῦν ἀγορὰ τῶν Μεγάρων κεῖται.
Strabo. ed. A. Meineke, Geographica. Leipzig: Teubner. 1877.
The Annenberg CPB/Project provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.
show
Browse Bar
hide
References (5 total)
- Cross-references in notes to this page
(1):
- Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 1
- Cross-references in general dictionaries to this page
(4):
- LSJ, ἀντιπαρ-ῳδέω
- LSJ, ἐπιπώλησις
- LSJ, κρι^τ-ι^κός
- LSJ, παρεγ-γράφω
load
Vocabulary Tool
hide
Search
hideStable Identifiers
hide
Display Preferences