previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[16]

τὸ δ᾽ ἄστυ αὐτὸ πέτρα ἐστὶν ἐν πεδίῳ περιοικουμένη κύκλῳ: ἐπὶ δὲ τῇ πέτρᾳ τὸ τῆς Ἀθηνᾶς ἱερὸν τε ἀρχαῖος νεὼς τῆς Πολιάδος ἐν ἄσβεστος λύχνος, καὶ παρθενὼν ὃν ἐποίησεν Ἰκτῖνος, ἐν τὸ τοῦ Φειδίου ἔργον ἐλεφάντινον Ἀθηνᾶ. ἀλλὰ γὰρ εἰς πλῆθος ἐμπίπτων τῶν περὶ τῆς πόλεως ταύτης ὑμνουμένων τε καὶ διαβοωμένων ὀκνῶ πλεονάζειν, μὴ συμβῇ τῆς προθέσεως ἐκπεσεῖν τὴν γραφήν. ἔπεισι [p. 560] γὰρ φησιν Ἡγησίαςὁρῶ τὴν ἀκρόπολιν καὶ τὸ περιττῆς τριαίνης ἐκεῖθι σημεῖον, ὁρῶ τὴν Ἐλευσῖνα, καὶ τῶν ἱερῶν γέγονα μύστης: ἐκεῖνο Λεωκόριον, τοῦτο Θησεῖον: οὐ δύναμαι δηλῶσαι καθ᾽ ἓν ἕκαστον: γὰρ Ἀττικὴ θεῶν αὐτοῖς ... καταλαβόντων καὶ τῶν προγόνων ἡρώων ... ’ οὗτος μὲν οὖν ἑνὸς ἐμνήσθη τῶν ἐν ἀκροπόλει σημείων, Πολέμων δ᾽ περιηγητὴς τέτταρα βιβλία συνέγραψε περὶ τῶν ἀναθημάτων τῶν ἐν ἀκροπόλει: τὸ δ᾽ ἀνάλογον συμβαίνει καὶ ἐπὶ τῶν ἄλλων τῆς πόλεως μερῶν καὶ τῆς χώρας: Ἐλευσῖνά τε εἰπὼν ἕνα τῶν ἑκατὸν ἑβδομήκοντα δήμων πρὸς δὲ καὶ τεττάρων, ὥς φασιν, οὐδένα τῶν ἄλλων ὠνόμακεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: