Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:

Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[11] αὐτίκα γὰρ ἐπὶ τῆς Ἰθάκης ὅταν φῇ“ οἵ ῥ᾽ Ἰθάκην εἶχον καὶ Νήριτον εἰνοσίφυλλον,
”1ὅτι μὲν τὸ Νήριτον ὄρος λέγει τῷ ἐπιθέτῳ δηλοῖ. ἐν ἄλλοις δὲ καὶ ῥητῶς ὄρος“ ναιετάω δ᾽ Ἰθάκην εὐδείελον: ἐν δ᾽ ὄρος αὐτῇ,
Νήριτον εἰνοσίφυλλον ἀριπρεπές.
”2Ἰθάκην δ᾽ εἴτε τὴν πόλιν εἴτε τὴν νῆσον λέγει, οὐ δῆλον ἐν τούτῳ γε τῷ ἔπει“ οἵ ῥ᾽ Ἰθάκην εἶχον καὶ Νήριτον.
”3 κυρίως μὲν γὰρ ἀκούων τις τὴν πόλιν δέξαιτ᾽ ἄν, ὡς καὶ Ἀθήνας καὶ Λυκαβηττὸν εἴ τις λέγοι, καὶ Ῥόδον καὶ Ἀτάβυριν, καὶ ἔτι Λακεδαίμονα καὶ Ταΰγετον: ποιητικῶς δὲ τοὐναντίον. ἐν μέντοι τῷ“ ναιετάω δ᾽ Ἰθάκην εὐδείελον: ἐν δ᾽ ὄρος αὐτῇ
Νήριτον
”4δῆλον: ἐν γὰρ τῇ νήσῳ οὐκ ἐν τῇ πόλει τὸ ὄρος. ὅταν δὲ οὕτω φῇ“ ἡμεῖς ἐξ Ἰθάκης ὑπὸ Νηίου εἰλήλουθμεν,
”5ἄδηλον, εἴτε τὸ αὐτὸ τῷ Νηρίτῳ λέγει τὸ Νήιον εἴτε ἕτερον ἢ ὄρος ἢ χωρίον6.
Strabo. ed. A. Meineke, Geographica. Leipzig: Teubner. 1877.
The Annenberg CPB/Project provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.