previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[10]

ἐκλέλοιπε δέ πως καὶ τὸ μαντεῖον τὸ ἐν Δωδώνῃ, [p. 451] καθάπερ τἆλλα. ἔστι δ᾽, ὥς φησιν Ἔφορος, Πελασγῶν ἵδρυμα: οἱ δὲ Πελασγοὶ τῶν περὶ τὴν Ἑλλάδα δυναστευσάντων ἀρχαιότατοι λέγονται: καὶ ποιητής φησιν οὕτωΖεῦ ἄνα Δωδωναῖε, Πελασγικέ,
1 δ᾽ ἩσίοδοςΔωδώνην φηγόν τε, Πελασγῶν ἕδρανον ᾖεν.
2 περὶ μὲν οὖν τῶν Πελασγῶν ἐν τοῖς Τυρρηνικοῖς εἴρηται, περὶ δὲ Δωδώνης τοὺς μὲν περιοικοῦντας τὸ ἱερὸν διότι βάρβαροι διασαφεῖ καὶ Ὅμηρος ἐκ τῆς διαίτης, ἀνιπτόποδας χαμαιεύνας λέγων: πότερον δὲ χρὴ λέγειν Ἑλλούς, ὡς Πίνδαρος, Σελλούς, ὡς ὑπονοοῦσι παρ᾽ Ὁμήρῳ κεῖσθαι, γραφὴ ἀμφίβολος οὖσα οὐκ ἐᾷ διισχυρίζεσθαι. Φιλόχορος δέ φησι καὶ τὸν περὶ Δωδώνην τόπον, ὥσπερ τὴν Εὔβοιαν, Ἑλλοπίαν κληθῆναι: καὶ γὰρ Ἡσίοδον οὕτω λέγεινἔστι τις Ἑλλοπίη, πολυλήιος ἠδ᾽ ἐυλείμων:
ἔνθα δὲ Δωδώνη τις ἐπ᾽ ἐσχατιῇ πεπόλισται.
3 οἴονται δέ, φησὶν Ἀπολλόδωρος, ἀπὸ τῶν ἑλῶν τῶν περὶ τὸ ἱερὸν οὕτω καλεῖσθαι: τὸν μέντοι ποιητὴν οὐχ οὕτω λέγειν Ἑλλοὺς ἀλλὰ Σελλοὺς ὑπολαμβάνει τοὺς περὶ τὸ ἱερόν, προσθεὶς ὅτι καὶ Σελλήεντα τινὰ ὀνομάζει ποταμόν. ὀνομάζει μὲν οὖν, ὅταν φῇτηλόθεν ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος.
4 οὐ μέντοι, Σκήψιός φησι, τῆς ἐν Θεσπρωτοῖς Ἐφύρας, ἀλλὰ τῆς ἐν τοῖς Ἠλείοις: ἐκεῖ γὰρ εἶναι τὸν Σελλήεντα, ἐν δὲ Θεσπρωτοῖς οὐδένα, οὐδ᾽ ἐν Μολοττοῖς. τὰ δὲ μυθευόμενα περὶ τῆς δρυὸς καὶ τῶν πελειῶν καὶ εἴ τινα ἄλλα τοιαῦτα, καθάπερ καὶ τὰ περὶ Δελφῶν, τὰ μὲν ποιητικωτέρας ἐστὶ διατριβῆς τὰ δ᾽ οἰκεῖα τῆς νῦν περιοδείας.

1 Hom. Il. 16.233

2 Hes. Fr. 212 (Rzach)

3 Hes. Fr. 134 (Rzach)

4 Hom. Il. 2.659; 15.531

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: