previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[8]

προπεπτωκυίας δὲ τῆς Εὐρώπης ἄκραις πλείοσι, βέλτιον μὲν οὗτος εἴρηκεν περὶ αὐτῶν Ἐρατοσθένους, οὔπω δὲ ἱκανῶς: ἐκεῖνος μὲν γὰρ τρεῖς ἔφη, τὴν ἐπὶ τὰς στήλας καθήκουσαν, ἐφ᾽ ἧς Ἰβηρία, καὶ τὴν ἐπὶ τὸν πορθμόν, ἐφ᾽ ἧς Ἰταλία, καὶ τρίτην τὴν κατὰ Μαλέας, ἐφ᾽ ἧς τὰ μεταξὺ τοῦ Ἀδρίου καὶ τοῦ Εὐξείνου πάντ᾽ ἔθνη καὶ τοῦ Τανάιδος. οὗτος δὲ τὰς μὲν δύο τὰς πρώτας ὁμοίως ἐκτίθεται, τρίτην δὲ τὴν κατὰ Μαλέας καὶ Σούνιον, ἐφ᾽ ἧς Ἑλλὰς πᾶσα καὶ Ἰλλυρὶς καὶ τῆς Θρᾴκης τινά, τετάρτην δὲ τὴν κατὰ τὴν Θρᾳκίαν χερρόνησον, ἐφ᾽ ἧς τὰ κατὰ Σηστὸν καὶ Ἄβυδον στενάἔχουσι δ᾽ αὐτὴν Θρᾷκες), πέμπτην δὲ τὴν κατὰ τὸν Κιμμερικὸν Βόσπορον καὶ τὸ στόμα τῆς Μαιώτιδος. τὰς μὲν οὖν δύο τὰς πρώτας δοτέον: ἁπλοῖς γάρ τισι περιλαμβάνονται κόλποις, μὲν τῷ μεταξὺ τῆς Κάλπης καὶ τοῦ ἱεροῦ ἀκρωτηρίου, ἐν τὰ Γάδειρα, καὶ τῷ μεταξὺ στηλῶν καὶ τῆς Σικελίας πελάγει: δὲ τούτῳ τε καὶ τῷ Ἀδρίᾳ, καίτοι γε τῶν Ἰαπύγων ἄκρα παρεμπίπτουσα καὶ τὴν Ἰταλίαν δικόρυφον ποιοῦσα ἔχει τινὰ ἀντέμφασιν: αἱ λοιπαὶ δ᾽ ἔτι ἐναργέστερον ποικίλαι καὶ πολυμερεῖς οὖσαι ζητοῦσιν ἄλλην διαίρεσιν. ὡς δ᾽ αὕτως ἔχει καὶ εἰς ἓξ διαίρεσις τὴν ὁμοίαν ἔνστασιν ἀκολούθως ταῖς ἄκραις διειλημμένη. ποιησόμεθα δ᾽ ἡμεῖς ἐν τοῖς καθ᾽ ἕκαστα τὴν προσήκουσαν ἐπανόρθωσιν καὶ τούτων καὶ τῶν ἄλλων, ὅσα ἔν τε τῇ Εὐρώπῃ διημάρτηται καὶ ἐν τῇ τῆς Λιβύης [p. 145] περιοδείᾳ. νῦν δ᾽ ἀρκέσει ταῦτα λεχθέντα πρὸς τοὺς πρὸ ἡμῶν, ὅσους ᾠήθημεν ἱκανοὺς εἶναι παρατεθέντας ἐκμαρτυρεῖν ἡμῖν, ὅτι δικαίως προειλόμεθα καὶ αὐτοὶ τὸ αὐτὸ τοῦτο ἔργον τοσαύτης ἐπανορθώσεως καὶ προσθήκης δεόμενον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: