Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[9] παροικοῦσι δὲ τούτοις οἱ ῥιζοφάγοι καὶ ἕλειοι προσαγορευόμενοι διὰ τὸ ἐκ τοῦ παρακειμένου ῥιζοτομοῦντας ἕλους κόπτειν λίθοις καὶ ἀναπλάττειν μάζας, ἡλιάσαντας δὲ σιτεῖσθαι: λεοντοβότα δ᾽ ἐστὶ τὰ χωρία: ταῖς δ᾽ ὑπὸ κυνὸς ἐπιτολὴν ἡμέραις ὑπὸ κωνώπων μεγάλων ἐξελαύνεται τὰ θηρία ἐκ τῶν τόπων: εἰσὶ δὲ καὶ σπερμοφάγοι πλησίον, οἳ τῶν σπερμάτων ἐπιλιπόντων ὑπὸ τῶν ἀκροδρύων τρέφονται, σκευάζοντες παραπλησίως ὥσπερ τὰς ῥίζας οἱ ῥιζοφάγοι. μετὰ δὲ τὴν Ἐλαίαν αἱ Δημητρίου σκοπιαὶ καὶ βωμοὶ Κόνωνος: ἐν δὲ τῇ μεσογαίᾳ καλάμων Ἰνδικῶν φύεται πλῆθος: καλεῖται δὲ ἡ χώρα Κορακίου: ἦν δέ τις ἐν βάθει Ἐνδέρα γυμνητῶν ἀνθρώπων κατοικία, τόξοις χρωμένων καλαμίνοις καὶ πεπυρακτωμένοις οἰστοῖς: ἀπὸ δένδρων δὲ τοξεύουσι τὰ θηρία τὸ πλέον, ἔστι δ᾽ ὅτε καὶ ἀπὸ γῆς: πολὺ δ᾽ ἐστὶ παρ᾽ αὐτοῖς πλῆθος τῶν ἀγρίων βοῶν: ἀπὸ δὲ τῆς τούτων καὶ τῶν ἄλλων θηρίων κρεοφαγίας ζῶσιν, ἐπὰν δὲ μηδὲν θηρεύσωσι, τὰ ξηρὰ δέρματα ἐπ᾽ ἀνθρακιᾶς ὀπτῶντες ἀρκοῦνται τῇ τοιαύτῃ τροφῇ. ἔθος δ᾽ ἐστὶν αὐτοῖς ἀγῶνα τοξείας προτιθέναι τοῖς ἀνήβοις παισί. μετὰ δὲ τοὺς Κόνωνος βωμοὺς ὁ Μήλινος λιμήν: ὑπέρκειται δ᾽ αὐτοῦ φρούριον Κοράου καλούμενον καὶ κυνήγιον τοῦ Κοράου καὶ ἄλλο φρούριον καὶ κυνήγια πλείω: εἶτα ὁ Ἀντιφίλου λιμὴν καὶ οἱ ὑπὲρ τούτου κρεοφάγοι, κολοβοὶ τὰς βαλάνους καὶ αἱ γυναῖκες ἰουδαϊκῶς ἐκτετμημέναι.
Strabo. ed. A. Meineke, Geographica. Leipzig: Teubner. 1877.
The Annenberg CPB/Project provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.
show
Browse Bar
hide
References (4 total)
- Cross-references in general dictionaries to this page
(4):
- LSJ, ἐκτέμνω
- LSJ, κρεο-φα^γία
- LSJ, ῥιζόφα^γ-ος
- LSJ, ῥιζοτομ-έω
load
Vocabulary Tool
hide
Search
hideStable Identifiers
hide
Display Preferences