Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3] τῶν δ᾽ ὑφ᾽ Ὁμήρου καταλεγομένων τὴν μὲν Μέσσην οὐδαμοῦ δείκνυσθαί φασι: Μεσσόαν δ᾽ οὐ τῆς χώρας εἶναι μέρος ἀλλὰ τῆς Σπάρτης, καθάπερ καὶ τὸ Λιμναῖον, κατὰ τὸν ... κα. ἔνιοι δὲ κατὰ ἀποκοπὴν δέχονται τὴν Μεσσήνην: εἴρηται γὰρ ὅτι καὶ αὕτη μέρος ἦν τῆς Λακωνικῆς. παραδείγμασι δὲ χρῶνται τοῦ μὲν ποιητοῦ τῷ κρῖ καὶ δῶ καὶ μάψ, καὶ ἔτι “ ἥρως δ᾽ Αὐτομέδων τε καὶ Ἄλκιμος,
”1ἀντὶ τοῦ Ἀλκιμέδων: Ἡσιόδου δέ, ὅτι τὸ βριθὺ καὶ βριαρὸν βρῖ λέγει: Σοφοκλῆς δὲ καὶ Ἴων τὸ ῥᾴδιον ῥᾴ: Ἐπίχαρμος δὲ τὸ [p. 517] λίαν λῖ, Συρακὼ δὲ τὰς Συρακούσσας: παρ᾽ Ἐμπεδοκλεῖ δέ “ μία γίνεται ἀμφοτέρων ὄψ
”2ἡ ὄψις: καὶ παρ᾽ Ἀντιμάχῳ “ Δήμητρός τοι Ἐλευσινίης: ἱερὴ ὄψ.
”3καὶ τὸ ἄλφιτον ἄλφι: Εὐφορίων δὲ καὶ τὸν ἧλον λέγει ἧλ: παρὰ Φιλήτᾳ δέ “ δμωίδες εἰς ταλάρους λευκὸν ἄγουσιν ἔρι
εἰς ἄνεμον δὲ τὰ πηδά
”4τὰ πηδάλια Ἄρατός φησι, Δωδὼ δὲ τὴν Δωδώνην Σιμμίας. τῶν δ᾽ ἄλλων τῶν ὑπὸ τοῦ ποιητοῦ κατωνομασμένων τὰ μὲν ἀνῄρηται, τῶν δ᾽ ἴχνη λείπεται, τὰ δὲ μετωνόμασται, καθάπερ αἱ Αὐγειαὶ Αἰγαιαί: αἱ γὰρ ἐν τῇ Λοκρίδι οὐδ᾽ ὅλως περίεισι. τὴν δὲ Λᾶν οἱ Διόσκουροί ποτε ἐκ πολιορκίας ἑλεῖν ἱστοροῦνται, ἀφ᾽ οὗ δὴ Λαπέρσαι προσηγορεύθησαν.5
Strabo. ed. A. Meineke, Geographica. Leipzig: Teubner. 1877.
The Annenberg CPB/Project provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.