previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[12]

μετὰ δὲ τὴν Σινδικὴν καὶ τὴν Γοργιπίαν ἐπὶ τῇ θαλάττῃ τῶν Ἀχαιῶν καὶ Ζυγῶν καὶ Ἡνιόχων παραλία τὸ πλέον ἀλίμενος καὶ ὀρεινή, τοῦ Καυκάσου μέρος οὖσα. ζῶσι δὲ ἀπὸ τῶν κατὰ θάλατταν λῃστηρίων, ἀκάτια ἔχοντες λεπτὰ στενὰ καὶ κοῦφα, ὅσον ἀνθρώπους πέντε καὶ εἴκοσι δεχόμενα, σπάνιον δὲ τριάκοντα δέξασθαι τοὺς πάντας δυνάμενα: καλοῦσι δ᾽ αὐτὰ οἱ Ἕλληνες καμάρας. φασὶ δ᾽ ἀπὸ τῆς Ἰάσονος στρατιᾶς τοὺς μὲν Φθιώτας Ἀχαιοὺς τὴν ἐνθάδε Ἀχαΐαν οἰκίσαι, Λάκωνας δὲ τὴν Ἡνιοχίαν, ὧν ἦρχον Κρέκας καὶ Ἀμφίστρατος οἱ τῶν Διοσκούρων ἡνίοχοι, καὶ τοὺς Ἡνιόχους ἀπὸ τούτων εἰκὸς ὠνομάσθαι. τῶν δ᾽ οὖν καμαρῶν στόλους κατασκευαζόμενοι καὶ ἐπιπλέοντες τοτὲ μὲν ταῖς ὁλκάσι τοτὲ δὲ χώρᾳ τινὶ καὶ πόλει θαλαττοκρατοῦσι. προσλαμβάνουσι δ᾽ ἔσθ᾽ ὅτε καὶ οἱ τὸν Βόσπορον ἔχοντες ὑφόρμους χορηγοῦντες καὶ ἀγορὰν καὶ διάθεσιν τῶν ἁρπαζομένων: ἐπανιόντες δὲ εἰς τὰ οἰκεῖα χωρία, ναυλοχεῖν οὐκ ἔχοντες, ἀναθέμενοι τοῖς ὤμοις τὰς καμάρας ἀναφέρουσιν ἐπὶ τοὺς δρυμοὺς ἐν οἷσπερ καὶ οἰκοῦσι, λυπρὰν ἀροῦντες γῆν: καταφέρουσι δὲ πάλιν ὅταν καιρὸς τοῦ πλεῖν. τὸ δ᾽ αὐτὸ ποιοῦσι καὶ ἐν τῇ ἀλλοτρίᾳ γνώριμα ἔχοντες ὑλώδη χωρία, ἐν οἷς ἀποκρύψαντες τὰς καμάρας αὐτοὶ πλανῶνται πεζῇ νύκτωρ καὶ μεθ᾽ ἡμέραν ἀνδραποδισμοῦ χάριν. δ᾽ ἂν λάβωσιν ἐπίλυτρα ποιοῦσι ῥᾳδίως μετὰ τοὺς ἀνάπλους [p. 697] μηνύοντες τοῖς ἀπολέσασιν. ἐν μὲν οὖν τοῖς δυναστευομένοις τόποις ἐστί τις βοήθεια ἐκ τῶν ἡγεμόνων τοῖς ἀδικουμένοις: ἀντεπιτίθενται γὰρ πολλάκις καὶ κατάγουσιν αὐτάνδρους τὰς καμάρας: δ᾽ ὑπὸ Ῥωμαίοις ἀβοηθητοτέρα ἐστὶ διὰ τὴν ὀλιγωρίαν τῶν πεμπομένων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: