previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[27]

αὐτοῦ δὲ καὶ Βούβαστος πόλις καὶ Βουβαστίτης νομὸς καὶ ὑπὲρ αὐτὸν Ἡλιοπολίτης νομός. ἐνταῦθα δ᾽ ἐστὶν τοῦ Ἡλίου πόλις ἐπὶ χώματος ἀξιολόγου κειμένη, τὸ ἱερὸν ἔχουσα τοῦ Ἡλίου καὶ τὸν βοῦν τὸν Μνεῦιν ἐν σηκῷ τινι τρεφόμενον, ὃς παρ᾽ αὐτοῖς νενόμισται θεός, ὥσπερ καὶ ἐν Μέμφει Ἆπις. πρόκεινται δὲ τοῦ χώματος λίμναι τὴν ἀνάχυσιν ἐκ [p. 1123] τῆς πλησίον διώρυγος ἔχουσαι. νυνὶ μὲν οὖν ἐστι πανέρημος πόλις, τὸ ἱερὸν ἔχουσα τῷ Αἰγυπτίῳ τρόπῳ κατεσκευασμένον ἀρχαῖον, ἔχον πολλὰ τεκμήρια τῆς Καμβύσου μανίας καὶ ἱεροσυλίας, ὃς τὰ μὲν πυρὶ τὰ δὲ σιδήρῳ διελωβᾶτο τῶν ἱερῶν, ἀκρωτηριάζων καὶ περικαίων, καθάπερ καὶ τοὺς ὀβελίσκους, ὧν δύο καὶ εἰς Ῥώμην ἐκομίσθησαν οἱ μὴ κεκακωμένοι τελέως, ἄλλοι δ᾽ εἰσὶ κἀκεῖ καὶ ἐν Θήβαις, τῇ νῦν Διοσπόλει, οἱ μὲν ἑστῶτες ἀκμὴν πυρίβρωτοι οἱ δὲ καὶ κείμενοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: