previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[4]

περὶ δὲ τοῦ Ἀλφειοῦ καὶ τοῦ Εὐρώτα τὸ συμβεβηκὸς παράδοξον εἴρηται καὶ τὸ περὶ Ἐρασῖνον τὸν ἐκδιδόντα ἐκ τῆς Στυμφαλίδος λίμνης εἰς τὴν Ἀργείαν νυνί, πρότερον δ᾽ οὐκ ἔχοντα ἔκρυσιν, τῶν βερέθρων, καλοῦσιν οἱ Ἀρκάδες ζέρεθρα, τυφλῶν ὄντων καὶ μὴ δεχομένων ἀπέρασιν ὥστε τὴν τῶν Στυμφαλίων πόλιν νῦν μὲν καὶ πεντήκοντα διέχειν σταδίους ἀπὸ τῆς λίμνης, τότε δ᾽ ἐπ᾽ αὐτῆς κεῖσθαι. τἀναντία δ᾽ Λάδων ἔπαθε τοῦ ῥεύματος ἐπισχεθέντος ποτὲ διὰ τὴν ἔμφραξιν τῶν πηγῶν: συμπεσόντα γὰρ τὰ περὶ Φενεὸν βέρεθρα ὑπὸ σεισμοῦ, δι᾽ ὧν ἦν φορά, μονὴν ἐποίησε τοῦ ῥεύματος μέχρι τῶν κατὰ βάθους φλεβῶν τῆς πηγῆς. καὶ οἱ μὲν οὕτω λέγουσιν: Ἐρατοσθένης δέ φησι περὶ Φενεὸν μὲν τὸν Ἀνίαν καλούμενον ποταμὸν λιμνάζειν τὰ πρὸ τῆς πόλεως, καταδύεσθαι δ᾽ εἴς τινας ἠθμοὺς οὓς καλεῖσθαι ζέρεθρα: τούτων δ᾽ ἐμφραχθέντων ἔσθ᾽ ὅτε ὑπερχεῖσθαι τὸ ὕδωρ εἰς τὰ πεδία, πάλιν δ᾽ ἀναστομουμένων ἄθρουν ἐκ τῶν πεδίων ἐκπεσὸν εἰς τὸν Λάδωνα καὶ τὸν Ἀλφειὸν ἐμβάλλειν, ὥστε καὶ τῆς Ὀλυμπίας κλυσθῆναί ποτε τὴν περὶ τὸ ἱερὸν γῆν, τὴν δὲ λίμνην συσταλῆναι: τὸν Ἐρασῖνον δὲ παρὰ Στυμφάλου ῥέοντα ὑποδύντα ὑπὸ τὸ ὄρος ἐν [p. 551] τῇ Ἀργείᾳ πάλιν ἀναφανῆναι: διὸ δὴ καὶ Ἰφικράτη πολιορκοῦντα τὸν Στύμφαλον καὶ μηδὲν περαίνοντα ἐπιχειρῆσαι τὴν κατάδυσιν ἀποφράξαι σπόγγους πορισάμενον πολλούς, παύσασθαι δὲ διοσημίας γενομένης. περὶ Φενεὸν δ᾽ ἔστι καὶ τὸ καλούμενον Στυγὸς ὕδωρ, λιβάδιον ὀλεθρίου ὕδατος νομιζόμενον ἱερόν. τοσαῦτα καὶ περὶ Ἀρκαδίας εἰρήσθω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: