Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[24] ῾ο μὲν οὖν εἰς τὴν ἡγεμονίαν καταστήσας αὐτοὺς Κῦρος ἦν: διαδεξάμενος δὲ τοῦτον Καμβύσης υἱὸς ὑπὸ τῶν Μάγων κατελύθη: τούτους δ᾽ ἀνελόντες οἱ ἑπτὰ Πέρσαι Δαρείῳ τῷ Ὑστάσπεω παρέδοσαν τὴν ἀρχήν: εἶθ᾽ οἱ ἀπὸ τούτου διαδεχόμενοι κατέληξαν εἰς Ἄρσην, ὃν ἀποκτείνας Βαγῶος ὁ εὐνοῦχος κατέστησε Δαρεῖον οὐκ ὄντα τοῦ γένους τῶν βασιλέων. τοῦτον δὲ καταλύσας Ἀλέξανδρος αὐτὸς ἦρξε * δέκα ἢ ἕνδεκα ἔτη: εἶτ᾽ εἰς πλείους τοὺς διαδεξαμένους καὶ τοὺς ἐπιγόνους τούτων μερισθεῖσα ἡ ἡγεμονία τῆς Ἀσίας διελύθη: συνέμεινε δ᾽ ὅσον πεντήκοντα ἐπὶ τοῖς διακοσίοις ἔτη. νῦν δ᾽ ἤδη καθ᾽ αὑτοὺς συνεστῶτες οἱ Πέρσαι βασιλέας ἔχουσιν ὑπηκόους ἑτέροις βασιλεῦσι, πρότερον μὲν Μακεδόσι νῦν δὲ Παρθυαίοις.
Strabo. ed. A. Meineke, Geographica. Leipzig: Teubner. 1877.
The Annenberg CPB/Project provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.