previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[14]

᾿απὸ μὲν οὖν Καταβαθμοῦ εἰς Παραιτόνιον εὐθυπλοοῦντι σταδίων ἐστὶν ἐνακοσίων δρόμος: πόλις δ᾽ ἐστὶ καὶ λιμὴν μέγας τετταράκοντά που σταδίων: καλοῦσι δ᾽ οἱ μὲν Παραιτόνιον τὴν πόλιν οἱ δ᾽ Ἀμμωνίαν. μεταξὺ δὲ τε Αἰγυπτίων κώμη καὶ Αἰνησίσφυρα ἄκρα, καὶ Τυνδάρειοι σκόπελοι, νησίδια τέτταρα ἔχοντα λιμένα: εἶθ᾽ ἑξῆς ἄκρα Δρέπανον καὶ νῆσος Αἰνησίππεια ἔχουσα λιμένα καὶ κώμη Ἆπις, ἀφ᾽ ἧς εἰς μὲν Παραιτόνιον στάδιοι ἑκατὸν εἰς δὲ Ἄμμωνος ὁδὸς ἡμερῶν πέντε: ἀπὸ δὲ τοῦ Παραιτονίου εἰς Ἀλεξάνδρειαν χίλιοί που καὶ τριακόσιοι στάδιοι. μεταξὺ δὲ πρῶτον μὲν ἄκρα λευκόγειος, Λευκὴ ἀκτὴ καλουμένη: ἔπειτα Φοινικοῦς λιμὴν καὶ Πνιγεὺς κώμη: εἶτα νῆσος Σιδωνία λιμένα ἔχουσα: εἶτ᾽ Ἀντίφραι μικρὸν ἀπωτέρω τῆς θαλάττης: ἅπασα μὲν χώρα αὕτη οὐκ εὔοινος, πλείω δεχομένου τοῦ κεράμου θάλατταν οἶνον ὃν δὴ καλοῦσι Λιβυκόν, δὴ καὶ τῷ ζύθῳ τὸ πολὺ φῦλον χρῆται τῶν Ἀλεξανδρέων: σκώπτονται δὲ μάλιστα αἱ Ἀντίφραι. εἶθ᾽ Δέρρις λιμὴν καλούμενος οὕτως διὰ τὴν πλησίον πέτραν μέλαιναν δέρρει ἐοικυῖαν: ὀνομάζουσι δὲ καὶ Ζεφύριον τὸν πλησίον τόπον: εἶτ᾽ ἄλλος λιμὴν Λεύκασπις καὶ ἄλλοι πλείους: εἶτα Κυνὸς σῆμα: εἶτα Ταπόσειρις οὐκ ἐπὶ θαλάττῃ, πανήγυριν δεχομένη μεγάλην: καὶ ἄλλη δ᾽ ἐστὶ Ταπόσειρις ἐπέκεινα τῆς πόλεως ἱκανῶς: αὐτῆς δὲ πλησίον πετρῶδες ἐπὶ τῇ θαλάττῃ χωρίον καὶ αὐτὸ δεχόμενον πολλοὺς τοὺς κωμάζοντας ἅπασαν ὥραν ἔτους: εἶθ᾽ [p. 1115] Πλινθίνη καὶ Νικίου κώμη καὶ Χερρόνησος φρούριον, πλησίον ἤδη τῆς Ἀλεξανδρείας καὶ τῆς Νεκροπόλεως ἐν ἑβδομήκοντα σταδίοις. δὲ Μάρεια λίμνη παρατείνουσα μέχρι καὶ δεῦρο πλάτος μὲν ἔχει πλειόνων πεντήκοντα καὶ ἑκατὸν σταδίων, μῆκος δ᾽ ἐλαττόνων τριακοσίων. ἔχει δ᾽ ὀκτὼ νήσους καὶ τὰ κύκλῳ πάντ᾽ οἰκούμενα καλῶς: εὐοινία τέ ἐστι περὶ τοὺς τόπους ὥστε καὶ διαχεῖσθαι πρὸς παλαίωσιν τὸν Μαρεώτην οἶνον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: