previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[14] πλησίον δ᾽ ἐστὶν Ἀνθηδόνος ἱεροπρεπὴς τόπος τῆς Βοιωτίας, ἴχνη πόλεως ἔχων, καλούμενος Ἴσος συστέλλοντι τὴν πρώτην συλλαβήν. οἴονται δέ τινες δεῖν γράφεινἶσόν τε ζαθέην Ἀνθηδόνα τ᾽ ἐσχατόωσανἐκτείνοντες τὴν πρώτην συλλαβὴν ποιητικῶς διὰ τὸ μέτρον, ἀντὶ τοῦΝῖσάν τε ζαθέην.’ γὰρ Νῖσα οὐδαμοῦ φαίνεται τῆς Βοιωτίας, ὥς φησιν Ἀπολλόδωρος ἐν τοῖς περὶ νεῶν ... εἴη, εἰ μὴ τὴν Νῖσαν οὕτως εἴρηκεν: ἦν γὰρ ... Μεγαρικῇ. [p. 573] ἐκεῖθεν ἀπῳκισμένη πρόσχωρος τοῦ Κιθαιρῶνος, ἐκλέλειπται δὲ νῦν. τινὲς δὲ γράφουσιΚρεῦσάν τε ζαθέην,’ τὴν νῦν Κρέουσαν δεχόμενοι, τὸ τῶν Θεσπιέων ἐπίνειον ἐν τῷ Κρισαίῳ κόλπῳ ἱδρυμένον: ἄλλοι δὲΦαράς τε ζαθέας.’ ἔστι δὲ τῆς τετρακωμίας τῆς περὶ Τάναγραν, Ἑλεῶνος Ἅρματος Μυκαλησσοῦ Φαρῶν. γράφουσι δὲ καὶ τοῦτοΝῦσάν τε ζαθέην.’ κώμη δ᾽ ἐστὶ τοῦ Ἑλικῶνος Νῦσα. μὲν οὖν παραλία τοιαύτη τις πρὸς Εὔβοιαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: