previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[5] πρώτους δὴ καταλέγει τοὺς ὑπ᾽ Ἀχιλλεῖ1 τοὺς τὸ νότιον πλευρὸν κατέχοντας καὶ παρακειμένους τῇ τε Οἴτῃ καὶ τοῖς Ἐπικνημιδίοις Λοκροῖςὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον,’ ‘οἵ τ᾽ Ἄλον οἵ τ᾽ Ἀλόπην οἵ τε Τρηχῖν᾽ ἐνέμοντο,’ ‘οἵ τ᾽ εἶχον Φθίην ἠδ᾽ Ἑλλάδα καλλιγύναικα,’ ‘Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί.’ συζεύγνυσι δὲ τούτοις καὶ τοὺς ὑπὸ τῷ Φοίνικι καὶ κοινὸν ἀμφοῖν ποιεῖ τὸν στόλον. μὲν οὖν ποιητὴς οὐδαμοῦ μέμνηται Δολοπικῆς στρατιᾶς κατὰ τοὺς περὶ Ἴλιον ἀγῶνας: οὐδὲ γὰρ αὐτῶν τὸν ἡγεμόνα Φοίνικα πεποίηκεν εἰς τοὺς κινδύνους ἐξιόντα, καθάπερ τὸν Νέστορα: ἄλλοι δ᾽ εἰρήκασι, καθάπερ καὶ Πίνδαρος μνησθεὶς τοῦ Φοίνικοςὃς Δολόπων ἄγαγε θρασὺν ὅμιλον σφενδονᾶσαι, ἱπποδάμων [p. 608] Δαναῶν βέλεσι πρόσφορον.’ τοῦτο δὴ καὶ παρὰ τῷ ποιητῇ κατὰ τὸ σιωπώμενον, ὡς εἰώθασι λέγειν οἱ γραμματικοί, συνυπακουστέον. γελοῖον γὰρ τὸ τὸν βασιλέα μετέχειν τῆς στρατείας2, τοὺς δ᾽ ὑπηκόους μὴ παρεῖναι αὐτῷ: οὐδὲ γὰρ συστρατεύειν ἂν τῷ Ἀχιλλεῖ δόξειεν, ἀλλὰ μόνον3 ἐπιστάτης καὶ ῥήτωρ ἕπεσθαι, εἰ δ᾽ ἄρα, σύμβουλος. τὰ δ᾽ ἔπη βούλεται καὶ τοῦτο δηλοῦν: τοιοῦτον γὰρ τὸμύθων τε ῥητῆρ᾽ ἔμεναι πρηκτῆρά τε ἔργων.’ ... ταῦτα λέγων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: