Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:

Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[13] πλησίον δ᾽ ἐστὶ τῶν χωρίων τούτων καὶ Ἀλβανὸν ὄρος πολὺ ὑπερκῦπτον τοῦ Ἀρτεμισίου καὶ τῶν περὶ αὐτὸ ὀφρύων, καίπερ ὑψηλῶν οὐσῶν καὶ ὀρθίων ἱκανῶς. ἔχει δὲ καὶ τοῦτο λίμνην πολὺ μείζω τῆς κατὰ τὸ Ἀρτεμίσιον1. προσωτέρω δὲ τούτων αἱ λεχθεῖσαι πρότερον πόλεις τῆς Λατίνης εἰσί. μάλιστα δ᾽ ἐν μεσογαίᾳ τῶν Λατίνων πόλεων ἐστὶν ἡ Ἄλβα ὁμοροῦσα Μαρσοῖς: ἵδρυται δ᾽ ἐφ᾽ ὑψηλοῦ πάγου λίμνης Φουκίνας πλησίον, πελαγίας τὸ μέγεθος: χρῶνται δ᾽ αὐτῇ μάλιστα μὲν Μαρσοὶ καὶ πάντες οἱ πλησιόχωροι. φασὶ δ᾽ αὐτὴν καὶ πληροῦσθαί ποτε μέχρι τῆς ὀρεινῆς καὶ ταπεινοῦσθαι πάλιν ὥστ᾽ ἀναψύχειν τοὺς λιμνωθέντας τόπους καὶ γεωργεῖσθαι παρέχειν, εἴτε μεταστάσεις τῶν κατὰ βάθους ὑγρῶν σποράδην καὶ ἀδήλως γίνονται πάλιν δ᾽ ἐπισυρρέουσιν, ἢ τελέως ἐκλείπουσιν αἱ πηγαὶ καὶ πάλιν συνθλίβονται, καθάπερ ἐπὶ τοῦ Ἀμενάνου συμβαίνειν φασὶ τοῦ διὰ Κατάνης ῥέοντος: ἐκλείπει γὰρ ἐπὶ πολλὰ ἔτη καὶ πάλιν ῥεῖ. ἐκ δὲ τῆς Φουκίνας εἶναι τὰς πηγὰς ἱστοροῦσι τοῦ Μαρκίου ὕδατος τοῦ τὴν Ῥώμην ποτίζοντος καὶ παρὰ τἆλλα εὐδοκιμοῦντος ὕδατα. τῇ δὲ Ἄλβᾳ διὰ τὸ ἐν βάθει τῆς χώρας ἱδρῦσθαι καὶ διὰ τὸ εὐερκὲς ἀντὶ φρουρᾶς ἐχρήσαντο πολλάκις Ῥωμαῖοι, τοὺς φυλακῆς δεομένους ἐνταῦθα καθείργοντες.
Strabo. ed. A. Meineke, Geographica. Leipzig: Teubner. 1877.
The Annenberg CPB/Project provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.
show
Browse Bar
hide
References (2 total)
- Cross-references in general dictionaries to this page
(2):
- LSJ, ἐπισυρ-ρέω
- LSJ, λιμνό-ομαι
load
Vocabulary Tool
hide
Search
hideStable Identifiers
hide
Display Preferences