previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[7]

῾η δ᾽ εὐκαιρία πολύτροπος: ἀμφίκλυστόν τε γάρ ἐστι τὸ χωρίον δυσὶ πελάγεσι, τῷ μὲν ἀπὸ τῶν ἄρκτων τῷ Αἰγυπτίῳ λεγομένῳ τῷ δ᾽ ἀπὸ μεσημβρίας τῷ τῆς λίμνης τῆς Μαρείας καὶ Μαρεῶτις λέγεται: πληροῖ δὲ ταύτην πολλαῖς διώρυξιν Νεῖλος ἄνωθέν τε καὶ ἐκ πλαγίων, δι᾽ ὧν τὰ εἰσκομιζόμενα πολλῷ πλείω τῶν ἀπὸ θαλάττης ἐστὶν ὥσθ᾽ λιμὴν λιμναῖος ὑπῆρχε πλουσιώτερος τοῦ θαλαττίου: ταύτῃ δὲ καὶ τὰ ἐκκομιζόμενα ἐξ Ἀλεξανδρείας πλείω τῶν εἰσκομιζομένων ἐστί: γνοίη δ᾽ ἄν τις ἔν τε τῇ Ἀλεξανδρείᾳ καὶ τῇ Δικαιαρχείᾳ γενόμενος, ὁρῶν τὰς ὁλκάδας ἔν τε τῷ κατάπλῳ καὶ ἐν ταῖς ἀναγωγαῖς ὅσον βαρύτεραί τε καὶ κουφότεραι δεῦρο κἀκεῖσε πλέοιεν. πρὸς δὲ τῷ πλούτῳ τῶν καταγομένων ἑκατέρωσε εἴς τε τὸν κατὰ θάλατταν λιμένα καὶ εἰς τὸν λιμναῖον καὶ τὸ εὐάερον ἄξιον σημειώσεώς ἐστιν, καὶ αὐτὸ συμβαίνει διὰ τὸ ἀμφίκλυστον καὶ τὸ εὔκαιρον τῆς ἀναβάσεως τοῦ Νείλου. αἱ μὲν γὰρ ἄλλαι πόλεις αἱ ἐπὶ λιμνῶν ἱδρυμέναι βαρεῖς καὶ πνιγώδεις ἔχουσι τοὺς ἀέρας ἐν τοῖς καύμασι τοῦ θέρους: ἐπὶ γὰρ τοῖς χείλεσιν αἱ λίμναι τελματοῦνται διὰ τὴν ἐκ τῶν ἡλίων ἀναθυμίασιν: βορβορώδους οὖν ἀναφερομένης τοσαύτης ἰκμάδος, νοσώδης ἀὴρ ἕλκεται καὶ λοιμικῶν κατάρχει παθῶν. ἐν Ἀλεξανδρείᾳ δὲ τοῦ θέρους ἀρχομένου πληρούμενος Νεῖλος πληροῖ καὶ τὴν λίμνην καὶ οὐδὲν ἐᾷ τελματῶδες τὸ τὴν ἀναφορὰν ποιῆσον μοχθηράν: τότε δὲ καὶ οἱ ἐτησίαι πνέουσιν ἐκ τῶν βορείων καὶ τοῦ τοσούτου πελάγους, ὥστε κάλλιστα τοῦ θέρους Ἀλεξανδρεῖς διάγουσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: