previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[9]

ἀφυὲς δ᾽ οὖν κατὰ πολλὰ τὸ τῶν Μαζακηνῶν χωρίον ὂν πρὸς κατοικίαν μάλιστα οἱ βασιλεῖς ἑλέσθαι δοκοῦσιν, ὅτι τῆς χώρας ἁπάσης τόπος ἦν μεσαίτατος οὗτος τῶν ξύλα ἐχόντων ἅμα καὶ λίθον πρὸς τὰς οἰκοδομίας καὶ χόρτον, οὗ πλεῖστον ἐδέοντο κτηνοτροφοῦντες: τρόπον γάρ τινα στρατόπεδον ἦν αὐτοῖς πόλις. τὴν δ᾽ ἄλλην ἀσφάλειαν τὴν αὐτῶν τε καὶ σωμάτων καὶ τῶν χρημάτων εἶχον ἐν τοῖς φρουρίοις, πολλὰ ὑπάρχει τὰ μὲν βασιλικὰ τὰ δὲ τῶν φίλων. ἀφέστηκε δὲ τὰ Μάζακα τοῦ μὲν Πόντου περὶ ὀκτακοσίους σταδίους πρὸς νότον, τοῦ δ᾽ Εὐφράτου μικρὸν ἐλάττους διπλασίους, τῶν Κιλικίων δὲ πυλῶν ὁδὸν ἡμερῶν ἓξ καὶ τοῦ Κύρου στρατοπέδου διὰ Τυάνων: κατὰ μέσην δὲ τὴν ὁδὸν κεῖται τὰ Τύανα, διέχει δὲ Κυβίστρων τριακοσίους σταδίους. χρῶνται δὲ οἱ Μαζακηνοὶ τοῖς Χαρώνδα νόμοις, αἱρούμενοι καὶ νομῳδόν, ὅς ἐστιν αὐτοῖς ἐξηγητὴς τῶν νόμων, καθάπερ οἱ παρὰ Ῥωμαίοις νομικοί. διέθηκε δὲ φαύλως αὐτοὺς Τιγράνης Ἀρμένιος, ἡνίκα τὴν Καππαδοκίαν κατέδραμεν: ἅπαντας γὰρ ἀναστάτους ἐποίησεν εἰς τὴν Μεσοποταμίαν, καὶ τὰ Τιγρανόκερτα ἐκ τούτων συνῴκισε [p. 758] τὸ πλέον: ὕστερον δ᾽ ἐπανῆλθον οἱ δυνάμενοι μετὰ τὴν τῶν Τιγρανοκέρτων ἅλωσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: