previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[15] τοῦ δὲ ποιητοῦ τὸ μὲν ἑκατόμπολιν λέγοντος τὴν Κρήτην τὸ δὲ ἐνενηκοντάπολιν, Ἔφορος μὲν ὕστερον ἐπικτισθῆναι τὰς δέκα φησὶ μετὰ τὰ Τρωικὰ ὑπὸ τῶν [p. 675] Ἀλθαιμένει τῷ Ἀργείῳ συνακολουθησάντων Δωριέων: τὸν μὲν οὖν Ὀδυσσέα λέγει ἐνενηκοντάπολιν ὀνομάσαι: οὗτος μὲν οὖν πιθανός ἐστιν λόγος, ἄλλοι δ᾽ ὑπὸ τῶν Ἰδομενέως ἐχθρῶν κατασκαφῆναί φασι τὰς δέκα: ἀλλ᾽ οὔτε κατὰ τὰ Τρωικά φησιν ποιητὴς ἑκατοντάπολιν ὑπάρξαι τὴν Κρήτην, ἀλλὰ μᾶλλον κατ᾽ αὐτόνἐκ γὰρ τοῦ ἰδίου προσώπου λέγει: εἰ δ᾽ ἐκ τῶν τότε ὄντων τινὸς ἦν λόγος, καθάπερ ἐν τῇ Ὀδυσσείᾳ, ἡνίκα ἐνενηκοντάπολιν φράζει, καλῶς εἶχεν ἂν οὕτω δέχεσθαι), οὔτ᾽ εἰ συγχωρήσαιμεν τοῦτό γε, ἑξῆς λόγος σώζοιτ᾽ ἄν. οὔτε γὰρ κατὰ τὴν στρατείαν οὔτε μετὰ τὴν ἐπάνοδον τὴν ἐκεῖθεν τοῦ Ἰδομενέως1 εἰκός ἐστιν ὑπὸ τῶν ἐχθρῶν αὐτοῦ τὰς πόλεις ἠφανίσθαι ταύτας: γὰρ ποιητὴς φήσαςπάντας δ᾽ Ἰδομενεὺς Κρήτην εἰσήγαγ᾽ ἑταίρους,
οἳ φύγον ἐκ πολέμου, πόντος δέ οἱ οὔτιν᾽ ἀπηύρα,
2καὶ τούτου τοῦ πάθους ἐμέμνητ᾽ ἄν: οὐ γὰρ δήπου Ὀδυσσεὺς μὲν ἔγνω τὸν ἀφανισμὸν τῶν πόλεων μηδενὶ συμμίξας τῶν Ἑλλήνων μήτε κατὰ τὴν πλάνην μήθ᾽ ὕστερον, δὲ καὶ συστρατεύσας τῷ Ἰδομενεῖ καὶ συνανασωθεὶς οὐκ ἔγνω τὰ συμβάντα οἴκοι αὐτῷ3. ἀλλὰ μὴν οὐδὲ μετὰ τὴν ἐπάνοδον: εἰ γὰρ μετὰ πάντων ἐσώθη τῶν ἑταίρων, ἰσχυρὸς ἐπανῆλθεν, ὥστ᾽ οὐκ ἔμελλον ἰσχύσειν οἱ ἐχθροὶ τοσοῦτον ὅσον δέκα ἀφαιρεῖσθαι πόλεις αὐτόν. τῆς μὲν οὖν χώρας τῶν Κρητῶν τοιαύτη τις περιοδεία.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: