previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐπεὶ δ᾽ ἐπιόντες ἀπὸ τῶν ἑσπερίων τῆς Εὐρώπης μερῶν, ὅσα τῇ θαλάττῃ περιέχεται τῇ ἐντὸς καὶ τῇ ἐκτός, τά τε βάρβαρα ἔθνη περιωδεύσαμεν πάντα ἐν αὐτῇ μέχρι τοῦ Τανάιδος καὶ τῆς Ἑλλάδος οὐ πολὺ μέρος1, ἀποδώσομεν νυνὶ τὰ λοιπὰ τῆς Ἑλλαδικῆς γεωγραφίας, ἅπερ Ὅμηρος μὲν πρῶτος, ἔπειτα καὶ ἄλλοι πλείους ἐπραγματεύσαντο, οἱ μὲν ἰδίᾳ λιμένας περίπλους περιόδους γῆς τι τοιοῦτον ἄλλο ἐπιγράψαντες, ἐν οἷς καὶ τὰ Ἑλλαδικὰ περιέχεται, οἱ δ᾽ ἐν τῇ κοινῇ τῆς ἱστορίας γραφῇ χωρὶς ἀποδείξαντες τὴν τῶν ἠπείρων τοπογραφίαν, καθάπερ Ἔφορός τε ἐποίησε καὶ Πολύβιος: ἄλλοι δ᾽ εἰς τὸν φυσικὸν τόπον καὶ τὸν μαθηματικὸν προσέλαβόν τινα καὶ τῶν τοιούτων, καθάπερ Ποσειδώνιός τε καὶ Ἵππαρχος. τὰ μὲν οὖν τῶν ἄλλων εὐδιαίτητά ἐστι, τὰ δ᾽ Ὁμήρου σκέψεως δεῖται κριτικῆς, ποιητικῶς τε λέγοντος καὶ οὐ τὰ νῦν ἀλλὰ τὰ ἀρχαῖα, ὧν χρόνος ἠμαύρωκε τὰ πολλά. ὡς δ᾽ οὖν δυνατὸν ἐγχειρητέον ἀρξαμένοις ἀφ᾽ ὧνπερ ἀπελίπομεν: ἐτελεύτα δ᾽ ἡμῖν λόγος ἀπὸ μὲν τῆς ἑσπέρας καὶ τῶν ἄρκτων εἰς τὰ Ἠπειρωτικὰ ἔθνη καὶ τὰ τῶν Ἰλλυριῶν, ἀπὸ δὲ τῆς ἕω εἰς τὰ τῶν Μακεδόνων μέχρι Βυζαντίου. μετὰ μὲν οὖν τοὺς Ἠπειρώτας καὶ τοὺς Ἰλλυριοὺς τῶν Ἑλλήνων Ἀκαρνᾶνές εἰσι καὶ Αἰτωλοὶ καὶ Λοκροὶ οἱ Ὀζόλαι: πρὸς δὲ τούτοις Φωκεῖς τε καὶ Βοιωτοί: τούτοις δ᾽ ἀντίπορθμός ἐστιν Πελοπόννησος, ἀπολαμβάνουσα μεταξὺ τὸν Κορινθιακὸν κόλπον καὶ σχηματίζουσά τε τοῦτον καὶ σχηματιζομένη ὑπ᾽ αὐτοῦ: μετὰ [p. 474] δὲ Μακεδονίαν Θετταλοὶ μέχρι Μαλιέων καὶ τῶν ἄλλων τῶν ἐκτὸς Ἰσθμοῦ καὶ αὐτῶν τῶν ἐντός.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: