previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[4] διῄρηται δ᾽ εἰς μέρη πολλὰ καὶ ὀνόματα περιγραφαῖς καὶ μείζοσι καὶ ἐλάττοσιν ἀφωρισμένα. ἐπεὶ δ᾽ ἐν τῷ τοσούτῳ πλάτει τοῦ ὄρους ἀπολαμβάνεταί τινα ἔθνη, τὰ μὲν ἀσημότερα τὰ δὲ καὶ παντελῶς γνώριμακαθάπερ Παρθυαία καὶ Μηδία καὶ Ἀρμενία καὶ Καππαδοκῶν τινες καὶ Κίλικες καὶ Πισίδαι), τὰ μὲν πλεονάζοντα ἐν τοῖς προσβόρροις μέρεσιν ἐνταῦθα τακτέον, τὰ δ᾽ ἐν τοῖς νοτίοις εἰς τὰ νότια, καὶ τὰ ἐν μέσῳ δὲ τῶν ὀρῶν κείμενα διὰ τὰς τῶν ἀέρων ὁμοιότητας πρὸς βορρᾶν πως θετέον: ψυχροὶ γάρ εἰσιν, οἱ δὲ νότιοι θερμοί. καὶ τῶν ποταμῶν δὲ αἱ ῥύσεις ἐνθένδε ἰοῦσαι πᾶσαι σχεδόν τι εἰς τἀναντία αἱ μὲν εἰς τὰ βόρεια αἱ δ᾽ εἰς τὰ νότια μέρητά γε πρῶτα, κἂν ὕστερόν τινες ἐπιστρέφωσι πρὸς ἀνατολὰς δύσεις), ἔχουσί τι εὐφυὲς πρὸς τὸ τοῖς ὄρεσιν ὁρίοις χρῆσθαι κατὰ τὴν εἰς δύο μέρη διαίρεσιν τῆς Ἀσίας: καθάπερ καὶ θάλαττα ἐντὸς στηλῶν, ἐπ᾽ εὐθείας πως οὖσα πλείστη τοῖς ὄρεσι τούτοις, ἐπιτηδεία γεγένηται πρὸς τὸ δύο ποιεῖν ἠπείρους, τήν τε Εὐρώπην καὶ τὴν Λιβύην, ὅριον ἀμφοῖν οὖσα ἀξιόλογον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: