previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[13]

μετὰ δὲ Εὐμένους λιμένα μέχρι Δειρῆς καὶ τῶν κατὰ τὰς ἓξ νήσους στενῶν ἰχθυοφάγοι καὶ κρεοφάγοι κατοικοῦσι καὶ κολοβοὶ μέχρι τῆς μεσογαίας. εἰσὶ δὲ καὶ θῆραι πλείους ἐλεφάντων καὶ πόλεις ἄσημοι καὶ νησία πρὸ τῆς παραλίας: νομάδες δ᾽ οἱ πλείους, ὀλίγοι δ᾽ οἱ γεωργοῦντες: παρά τισι δὲ τούτων φύεται στύραξ οὐκ ὀλίγος. συνάγουσι δὲ ταῖς ἀμπώτεσιν οἱ ἰχθυοφάγοι τοὺς ἰχθῦς: ἐπιρρίψαντες δὲ ταῖς πέτραις κατοπτῶσι πρὸς τὸν ἥλιον, εἶτ᾽ ἐξοπτήσαντες τὰς ἀκάνθας μὲν σωρεύουσι, τὴν δὲ σάρκα πατήσαντες μάζας ποιοῦνται, πάλιν δὲ ταύτας ἡλιάζοντες σιτοῦνται: χειμῶνος δ᾽ ἀδυνατήσαντες συνάγειν τοὺς ἰχθῦς τὰς σεσωρευμένας ἀκάνθας κόψαντες μάζας ἀναπλάττονται καὶ χρῶνται, τὰς δὲ νεαρὰς ἐκμυζῶσιν: ἔνιοι δὲ τὰς κόγχας ἐχούσας τὴν σάρκα σιτεύουσι, καταβάλλοντες εἰς χαράδρια καὶ συστάδας θαλάττης, εἶτ᾽ ἰχθύδια [p. 1079] παραρριπτοῦντες τροφὴν αὐταῖς χρῶνται ἐν τῇ τῶν ἰχθύων σπάνει: ἔστι δ᾽ αὐτοῖς καὶ ἰχθυοτροφεῖα παντοῖα, ἀφ᾽ ὧν ταμιεύονται. ἔνιοι δὲ τῶν τὴν ἄνυδρον παραλίαν οἰκούντων διὰ πέντε ἡμερῶν ἐπὶ τὰ ὑδρεῖα ἀναβαίνουσι πανοίκιοι μετὰ παιανισμοῦ, ῥιφέντες δὲ πρηνεῖς πίνουσι βοῶν δίκην ἕως ἐκτυμπανώσεως τῆς γαστρός, εἶτ᾽ ἀπίασιν ἐπὶ θάλατταν πάλιν: οἰκοῦσι δ᾽ ἐν σπηλαίοις μάνδραις στεγασταῖς ἀπὸ δοκῶν μὲν καὶ στρωτήρων τῶν κητείων ὀστέων καὶ ἀκανθῶν, φυλλάδος δ᾽ ἐλαΐνης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (10 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: