previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[21]

εἰσὶ δέ τινες οἵ φασιν εἶναι δύο τοὺς κυριωτάτους ἀνέμους βορέαν καὶ νότον, τοὺς δὲ ἄλλους κατὰ μικρὰν ἔγκλισιν διαφέρειν, τὸν μὲν ἀπὸ θερινῶν ἀνατολῶν εὖρον χειμερινῶν δὲ ἀπηλιώτην, δύσεων δὲ θερινῶν μὲν ζέφυρον χειμερινῶν δὲ ἀργέστην. τοῦ δὲ δύο εἶναι τοὺς ἀνέμους ποιοῦνται μάρτυρας Θρασυάλκην τε καὶ τὸν ποιητὴν αὐτὸν τῷ τὸν μὲν ἀργέστην τῷ νότῳ προσνέμεινἀργεστᾶο Νότοιο,’ τὸν δὲ ζέφυρον τῷ βορέᾳβορέης καὶ ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον.’ φησὶ δὲ Ποσειδώνιος μηδένα οὕτως παραδεδωκέναι τοὺς ἀνέμους τῶν γνωρίμων περὶ ταῦτα, οἷον Ἀριστοτέλη Τιμοσθένη Βίωνα τὸν ἀστρολόγον: ἀλλὰ τὸν μὲν ἀπὸ θερινῶν ἀνατολῶν καικίαν, τὸν δὲ τούτῳ κατὰ διάμετρον ἐναντίον λίβα ἀπὸ δύσεως ὄντα χειμερινῆς: πάλιν δὲ τὸν μὲν ἀπὸ χειμερινῆς ἀνατολῆς εὖρον, τὸν δ᾽ ἐναντίον ἀργέστην: τοὺς δὲ μέσους ἀπηλιώτην καὶ ζέφυρον. τὸν δὲ ποιητὴν δυσαῆ μὲν ζέφυρον λέγειν τὸν ὑφ᾽ ἡμῶν καλούμενον ἀργέστην, λίγα δὲ πνέοντα ζέφυρον τὸν ὑφ᾽ ἡμῶν ζέφυρον, ἀργέστην δὲ νότον τὸν λευκόνοτον: οὗτος γὰρ ὀλίγα τὰ νέφη ποιεῖ, τοῦ λοιποῦ νότου ὀλεροῦ πως ὄντος. ‘ὡς ὁπότε ζέφυρος νέφεα στυφελίξῃ, ἀργεστᾶο νότοιο βαθείῃ λαίλαπι τύπτων.’ τὸν γὰρ δυσαῆ ζέφυρον νῦν λέγει, ὃς εἴωθε διασκιδνάναι τὰ ὑπὸ τοῦ λευκονότου συναγόμενα ἀσθενῆ ὄντα, ἐπιθέτως τοῦ νότου νῦν ἀργέστου λεγομένου. ταῦτα μὲν [p. 38] δὴ ἐν ἀρχῇ τοῦ πρώτου τῶν γεωγραφικῶν εἰρημένα τοιαύτην τινὰ τὴν ἐπανόρθωσιν ἔχει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: