previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[13]

πρὸς δὲ τὸ βέλτιον ἐκ τούτων: τε γὰρ Ἡρακλέους στρατεία μέχρι δεῦρο προελθοῦσα καὶ τῶν Φοινίκων ὑπέγραφεν αὐτῷ πλοῦτόν τινα καὶ ῥᾳθυμίαν τῶν ἀνθρώπων: οὗτοι γὰρ Φοίνιξιν οὕτως ἐγένοντο σφόδρα ὑποχείριοι ὥστε τὰς πλείους τῶν ἐν τῇ Τουρδητανίᾳ πόλεων καὶ τῶν πλησίον τόπων ὑπ᾽ ἐκείνων νῦν οἰκεῖσθαι. καὶ τοῦ Ὀδυσσέως δὲ στρατεία δοκεῖ μοι δεῦρο γενηθεῖσα καὶ ἱστορηθεῖσα ὑπ᾽ αὐτοῦ παραδοῦναι πρόφασιν, ὥστε τὴν Ὀδύσσειαν καθάπερ καὶ τὴν Ἰλιάδα ἀπὸ τῶν συμβάντων μεταγαγεῖν εἰς ποίησιν καὶ τὴν συνήθη τοῖς ποιηταῖς μυθοποιίαν. οὐ γὰρ μόνον οἱ κατὰ τὴν Ἰταλίαν καὶ Σικελίαν τόποι καὶ ἄλλοι τινὲς τῶν τοιούτων σημεῖα ὑπογράφουσιν, ἀλλὰ καὶ ἐν τῇ Ἰβηρίᾳ Ὀδύσσεια πόλις δείκνυται καὶ Ἀθηνᾶς ἱερὸν καὶ ἄλλα μυρία ἴχνη τῆς τε ἐκείνου πλάνης καὶ ἄλλων τῶν ἐκ τοῦ Τρωικοῦ πολέμου περιγενομένων ἐπ᾽ ἴσης κακώσαντος τούς τε πολεμηθέντας καὶ τοὺς ἑλόντας τὴν Τροίαν: καὶ γὰρ οὗτοι Καδμείαν νίκην ἐτύγχανον ἠρμένοι, τῶν τε οἴκων αὐτοῖς κατεφθαρμένων καὶ τῶν λαφύρων ὀλίγων εἰς ἕκαστον ἐληλυθότων: συνέβη δὴ τοῖς περιλειφθεῖσιν ἀπελθοῦσιν ἐκ τῶν κινδύνων κατὰ λῃστείας τρέπεσθαι1, τοῖς μὲν διὰ τὸ ἐκπεπορθῆσθαι τοῖς δὲ διὰ τὴν αἰσχύνην, [p. 203] ἑκάστου προλαβόντοςαἰσχρόν τοι δηρόν τε μένεινἄνευ τῶν οἰκείωνκενεόν τε νέεσθαιπαρ᾽ αὐτοὺς πάλιν. τε τοῦ Αἰνείου παραδέδοται πλάνη καὶ Ἀντήνορος καὶ τῶν Ἑνετῶν: ὡσαύτως καὶ Διομήδους τε καὶ Μενελάου2 καὶ ἄλλων πλειόνων. τοίνυν ποιητὴς τὰς τοσαύτας στρατείας ἐπὶ τὰ ἔσχατα τῆς Ἰβηρίας ἱστορηκώς, πυνθανόμενος δὲ καὶ πλοῦτον καὶ τὰς ἄλλας ἀρετὰςοἱ γὰρ Φοίνικες ἐδήλουν τοῦτοἐνταῦθα τὸν τῶν εὐσεβῶν ἔπλασε χῶρον καὶ τὸ Ἠλύσιον πεδίον, οὗ φησιν Πρωτεὺς ἀποικήσειν τὸν Μενέλαονἀλλά σ᾽ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς: τῇ περ ῥηίστη βιοτὴ πέλει ἀνθρώποισιν: οὐ νιφετὸς οὔτ᾽ ἂρ χειμὼν πολὺς οὐδέ ποτ᾽ ὄμβρος, ἀλλ᾽ αἰεὶ ζεφύροιο λιγὺ πνείοντας ἀήτας ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους.’ τό τε γὰρ εὐάερον καὶ τὸ εὔπνουν τοῦ ζεφύρου ταύτης ἐστὶ τῆς χώρας οἰκεῖον ἑσπερίου τε καὶ ἀλεεινῆς οὔσης, τό τε ἐπὶ τοῖς πέρασι τῆς γῆς ἐφ᾽ οἷς καὶ τὸν Ἅιδην μεμυθεῦσθαι ἔφαμεν, τε Ῥαδάμανθυς παρατεθεὶς ὑπογράφει τὸν πλησίον τῷ Μίνῳ τόπον, περὶ οὗ φησίνἔνθ᾽ ἤτοι Μίνωα ἴδον Διὸς ἀγλαὸν υἱόν, χρύσεον σκῆπτρον ἔχοντα, θεμιστεύοντα νέκυσσι.’ καὶ οἱ μετὰ ταῦτα δὲ ποιηταὶ παραπλήσια θρυλοῦσι, τήν τε ἐπὶ τὰς Γηρυόνου βόας στρατείαν καὶ τὴν ἐπὶ τὰ μῆλα τῶν Ἑσπερίδων τὰ χρύσεα ὡσαύτως3, καὶ μακάρων τινὰς νήσους κατονομάζοντες, ἃς καὶ νῦν δεικνυμένας ἴσμεν οὐ πολὺ ἄπωθεν τῶν ἄκρων τῆς Μαυρουσίας τῶν ἀντικειμένων τοῖς Γαδείροις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: