previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[22]

γὰρ Ἀπολλόδωρος ἐν τοῖς περὶ νεῶν ἔτι καὶ τοιαῦτα λέγει: τοὺς γὰρ ἐκ τῆς Ἀσίας ἐπικούρους τῶν Τρώων ἅπαντας καταριθμεῖσθαί φησιν ὑπὸ τοῦ ποιητοῦ τῆς χερρονήσου κατοίκους ὄντας, ἧς στενώτατος ἰσθμός ἐστι τὸ μεταξὺ τοῦ κατὰ Σινώπην μυχοῦ καὶ Ἰσσοῦ: αἱ δ᾽ ἐκτὸς πλευραί φησί τριγωνοειδοῦς οὔσης, εἰσὶ μὲν ἄνισοι, παρήκουσι δὲ μὲν ἀπὸ [p. 944] Κιλικίας ἐπὶ Χελιδονίας, δ᾽ ἐνθένδε ἐπὶ τὸ στόμα τοῦ Εὐξείνου, δ᾽ ἐπὶ Σινώπην πάλιν ἐνθένδε. τὸ μὲν οὖν μόνους τοὺς ἐν τῇ χερρονήσῳ διὰ τῶν αὐτῶν ἐλέγχοιτ᾽ ἂν ψεῦδος ὂν δι᾽ ὧν ἠλέγξαμεν πρότερον μὴ μόνους τοὺς ἐντὸς Ἅλυος. οἱ γὰρ περὶ Φαρνακίαν τόποι ἐν οἷς τοὺς Ἁλιζώνους ἔφαμεν, ὥσπερ ἔξω τοῦ Ἅλυός εἰσιν, οὕτω καὶ ἔξω τοῦ ἰσθμοῦ, εἴπερ καὶ τῶν στενῶν τῶν μεταξὺ Σινώπης καὶ Ἰσσοῦ, καὶ οὐ τούτων γε μόνων ἀλλὰ καὶ τῶν κατ᾽ ἀλήθειαν στενῶν τῶν μεταξὺ Ἀμισοῦ τε καὶ Ἰσσοῦ: οὐδὲ γὰρ ἐκεῖνος ὀρθῶς ἀφώρισται τὸν ἰσθμὸν καὶ τὰ κατ᾽ αὐτὸν στενά, ἐκεῖνα ἀντὶ τούτων τιθείς. πάντων δ᾽ εὐηθέστατον τὸ τὴν χερρόνησον τριγωνοειδῆ φήσαντα τρεῖς ἀποφήνασθαι τὰς ἔξω πλευράς: γὰρ τὰς ἔξω λέγων πλευρὰς ἔοικεν ὑπεξαιρουμένῳ τὴν κατὰ τὰ στενά, ὡς καὶ ταύτην οὖσαν πλευράν, οὐκ ἔξω δὲ οὐδ᾽ ἐπὶ θαλάττῃ. εἰ μὲν τοίνυν τὰ στενὰ ταῦτα οὕτως ἦν συνηγμένα ὥστε μικρὸν ἀπολείπειν τοῦ συνάπτειν ἐπ᾽ ἀλλήλαις τήν τε ἐπὶ Ἰσσὸν καὶ τὴν ἐπὶ Σινώπην πίπτουσαν πλευράν, συνεχώρει ἂν τριγωνοειδῆ λέγεσθαι τὴν χερρόνησον: νῦν δέ γε τρισχιλίους σταδίους ἀπολειπόντων μεταξὺ τῶν ὑπ᾽ αὐτοῦ λεγομένων στενῶν, ἀμαθία τὸ λέγειν τριγωνοειδὲς τὸ τοιοῦτον τετράπλευρον, οὐδὲ χωρογραφικόν. δὲ καὶ χωρογραφίαν ἐξέδωκεν ἐν κωμικῷ μέτρῳ γῆς περίοδον ἐπιγράψας. μένει δ᾽ αὐτὴ ἀμαθία κἂν εἰς τοὐλάχιστον καταγάγῃ διάστημά τις τὸν ἰσθμόν, ὅσον εἰρήκασιν οἱ πλεῖστον ψευσάμενοι τὸ ἥμισυ τοῦ παντός, ὅσον εἴρηκε καὶ Ἀρτεμίδωρος, χιλίους καὶ πεντακοσίους σταδίους: οὐδὲ γὰρ τοῦτο συναγωγήν πω τριγωνοειδοῦς ποιεῖ σχήματος. ἀλλ᾽ οὐδὲ τὰς πλευρὰς ὀρθῶς διῄρηται τὰς ἔξω τὴν ἀπὸ Ἰσσοῦ μέχρι Χελιδονίων εἰπών: λοιπὴ γάρ ἐστιν ὅλη ἐπ᾽ [p. 945] εὐθείας Λυκιακὴ παραλία ταύτῃ, καὶ τῶν Ῥοδίων περαία μέχρι Φύσκου: ἐντεῦθεν δὲ καμπὴν λαβοῦσα ἤπειρος ἄρχεται τὴν δευτέραν καὶ δυσμικὴν ποιεῖν πλευρὰν ἄχρι Προποντίδος καὶ Βυζαντίου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: