previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[13]

τοιαῦτα δ᾽ ἦν, εἰ μὴ χείρω, καὶ τὰ τῶν ὕστερον [p. 1113] βασιλέων. Ῥωμαῖοι δ᾽ εἰς δύναμιν, ὡς εἰπεῖν, ἐπηνώρθωσαν τὰ πολλά, τὴν μὲν πόλιν διατάξαντες ὡς εἶπον, κατὰ δὲ τὴν χώραν ἐπιστρατήγους τινὰς καὶ νομάρχας καὶ ἐθνάρχας καλουμένους ἀποδείξαντες, πραγμάτων οὐ μεγάλων ἐπιστατεῖν ἠξιωμένους. τῆς δ᾽ εὐκαιρίας τῆς κατὰ τὴν πόλιν τὸ μέγιστόν ἐστιν ὅτι τῆς Αἰγύπτου πάσης μόνος ἐστὶν οὗτος τόπος πρὸς ἄμφω πεφυκὼς εὖ, τά τε ἐκ θαλάττης διὰ τὸ εὐλίμενον, καὶ τὰ ἐκ τῆς χώρας ὅτι πάντα εὐμαρῶς ποταμὸς πορθμεύει συνάγει τε εἰς τοιοῦτον χωρίον ὅπερ μέγιστον ἐμπόριον τῆς οἰκουμένης ἐστί. τῆς μὲν οὖν πόλεως ταύτας ἄν τις λέγοι τὰς ἀρετάς: τῆς Αἰγύπτου δὲ τὰς προσόδους1 ἔν τινι λόγῳ Κικέρων φράζει φήσας κατ᾽ ἐνιαυτὸν τῷ τῆς Κλεοπάτρας πατρὶ τῷ Αὐλητῇ προσφέρεσθαι φόρον ταλάντων μυρίων δισχιλίων πεντακοσίων. ὅπου οὖν κάκιστα καὶ ῥᾳθυμότατα τὴν βασιλείαν διοικῶν τοσαῦτα προσωδεύετο, τί χρὴ νομίσαι τὰ νῦν διὰ τοσαύτης ἐπιμελείας οἰκονομούμενα καὶ τῶν Ἰνδικῶν ἐμποριῶν καὶ τῶν Τρωγλοδυτικῶν ἐπηυξημένων ἐπὶ τοσοῦτον; πρότερον μέν γε οὐδ᾽ εἴκοσι πλοῖα ἐθάρρει τὸν Ἀράβιον κόλπον διαπερᾶν ὥστε ἔξω τῶν στενῶν ὑπερκύπτειν, νῦν δὲ καὶ στόλοι μεγάλοι στέλλονται μέχρι τῆς Ἰνδικῆς καὶ τῶν ἄκρων τῶν Αἰθιοπικῶν, ἐξ ὧν πολυτιμότατος κομίζεται φόρτος εἰς τὴν Αἴγυπτον, κἀντεῦθεν πάλιν εἰς τοὺς ἄλλους ἐκπέμπεται τόπους, ὥστε τὰ τέλη διπλάσια συνάγεται τὰ μὲν εἰσαγωγικὰ τὰ δὲ ἐξαγωγικά: τῶν δὲ βαρυτίμων βαρέα καὶ τὰ τέλη. καὶ γὰρ δὴ καὶ μονοπωλίας ἔχει: μόνη γὰρ Ἀλεξάνδρεια τῶν τοιούτων ὡς ἐπὶ τὸ πολὺ καὶ ὑποδοχεῖόν ἐστι καὶ χορηγεῖ τοῖς ἐκτός. ἔτι δὲ μᾶλλον [p. 1114] κατιδεῖν ἔστι τὴν εὐφυΐαν ταύτην περιοδεύοντι τὴν χώραν, καὶ πρῶτον τὴν παραλίαν ἀρξαμένην ἀπὸ τοῦ Καταβαθμοῦ: μέχρι δεῦρο γάρ ἐστιν Αἴγυπτος, δ᾽ ἑξῆς ἐστι Κυρηναία καὶ οἱ περιοικοῦντες βάρβαροι Μαρμαρίδαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: