previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[2]

πρῶτον δ᾽ ἐπισκεπτέον Ἐρατοσθένη παρατιθέντας ἅμα καὶ τὴν Ἱππάρχου πρὸς αὐτὸν ἀντιλογίαν ἔστι δ᾽ Ἐρατοσθένης οὔθ᾽ οὕτως εὐκατατρόχαστος ὥστε μηδ᾽ Ἀθήνας αὐτὸν ἰδεῖν φάσκειν, ὅπερ Πολέμων ἐπιχειρεῖ δεικνύναι, οὔτ᾽ ἐπὶ τοσοῦτον πιστὸς ἐφ᾽ ὅσον παρεδέξαντό τινες, καίπερ πλείστοις ἐντυχών, ὡς εἴρηκεν αὐτός, ἀγαθοῖς ἀνδράσιν. ‘ἐγένοντο γάρφησίνὡς οὐδέποτε, κατὰ τοῦτον τὸν καιρὸν ὑφ᾽ ἕνα περίβολον καὶ μίαν πόλιν οἱ κατ᾽ Ἀρίστωνα καὶ Ἀρκεσίλαον ἀνθήσαντες φιλόσοφοι.’ οὐχ ἱκανὸν δ᾽ οἶμαι τοῦτο, ἀλλὰ τὸ κρίνειν καλῶς οἷς μᾶλλον προσιτέον. δὲ Ἀρκεσίλαον καὶ Ἀρίστωνα τῶν καθ᾽ αὑτὸν ἀνθησάντων κορυφαίους τίθησιν: Ἀπελλῆς τε αὐτῷ πολύς ἐστι καὶ Βίων, ὅν φησι πρῶτον ἀνθινὰ περιβαλεῖν φιλοσοφίαν: ἀλλ᾽ ὅμως πολλάκις εἰπεῖν ἄν τινα ἐπ᾽ αὐτοῦ τοῦτοοἵην ἐκ ῥακέων Βίων.’ ἐν αὐταῖς γὰρ [p. 19] ταῖς ἀποφάσεσι ταύταις ἱκανὴν ἀσθένειαν ἐμφαίνει τῆς ἑαυτοῦ γνώμης: τοῦ Ζήνωνος τοῦ Κιτιέως γνώριμος γενόμενος Ἀθήνησι τῶν μὲν ἐκεῖνον διαδεξαμένων οὐδενὸς μέμνηται, τοὺς δ᾽ ἐκείνῳ διενεχθέντας καὶ ὧν διαδοχὴ οὐδεμία σώζεται, τούτους ἀνθῆσαί φησι κατὰ τὸν καιρὸν ἐκεῖνον. δηλοῖ δὲ καὶ περὶ τῶν ἀγαθῶν ἐκδοθεῖσα ὑπ᾽ αὐτοῦ πραγματεία καὶ μελέται καὶ εἴ τι ἄλλο τοιοῦτο τὴν ἀγωγὴν αὐτοῦ, διότι μέσος ἦν τοῦ τε βουλομένου φιλοσοφεῖν καὶ τοῦ μὴ θαρροῦντος ἐγχειρίζειν ἑαυτὸν εἰς τὴν ὑπόσχεσιν ταύτην, ἀλλὰ μόνον μέχρι τοῦ δοκεῖν προϊόντος, καὶ παράβασίν τινα ταύτην ἀπὸ τῶν ἄλλων τῶν ἐγκυκλίων πεπορισμένου πρὸς διαγωγὴν καὶ παιδιάν: τρόπον δέ τινα καὶ ἐν τοῖς ἄλλοις ἐστὶ τοιοῦτος. ἀλλ᾽ ἐκεῖνα ἐάσθω, πρὸς δὲ τὰ νῦν ἐπιχειρητέον ὅσα δύναιτ᾽ ἂν ἐπανορθοῦν τὴν γεωγραφίαν, καὶ πρῶτον ὅπερ ἀρτίως ὑπερεθέμεθα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: