previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[7]

μεταξὺ δὲ τοῦ Πηνειοῦ καὶ τῆς Σελλήεντος ἐμβολῆς Πύλος ᾠκεῖτο κατὰ τὸ Σκόλλιον, οὐχ τοῦ Νέστορος πόλις, ἀλλ᾽ ἑτέρα τις, πρὸς τὸν Ἀλφειὸν οὐδέν ἐστι κοινώνημα, οὐδὲ πρὸς τὸν Παμισόν, εἴτε Ἄμαθον χρὴ καλεῖν. βιάζονται δ᾽ ἔνιοι μνηστευόμενοι τὴν Νέστορος δόξαν καὶ τὴν εὐγένειαν: τριῶν γὰρ Πύλων ἱστορουμένων ἐν Πελοποννήσῳκαθότι καὶ τὸ ἔπος εἴρηται τουτίἔστι Πύλος πρὸ Πύλοιο: Πύλος γε μέν ἐστι καὶ ἄλλος
1τούτου τε καὶ τοῦ Λεπρεατικοῦ τοῦ ἐν τῇ Τριφυλίᾳ καὶ τῇ Πισάτιδι, τρίτου δὲ τοῦ Μεσσηνιακοῦ τοῦ κατὰ Κορυφάσιον, ἕκαστοι τὸν παρά σφισιν ἠμαθόεντα πειρῶνται δεικνύναι, καὶ τὴν τοῦ Νέστορος πατρίδα τοῦτον ἀποφαίνουσιν. οἱ μὲν οὖν πολλοὶ τῶν νεωτέρων καὶ συγγραφέων καὶ ποιητῶν Μεσσήνιόν φασι τὸν Νέστορα, τῷ σωζομένῳ μέχρι εἰς αὐτοὺς προστιθέμενοι: οἱ δ᾽ Ὁμηρικώτεροι τοῖς ἔπεσιν ἀκολουθοῦντες τοῦτον εἶναί φασι τὸν τοῦ Νέστορος Πύλον, οὗ τὴν χώραν διέξεισιν Ἀλφειός: διέξεισι δὲ τὴν Πισᾶτιν καὶ τὴν Τριφυλίαν. οἱ δ᾽ οὖν ἐκ τῆς κοίλης Ἤλιδος καὶ τοιαύτην φιλοτιμίαν προσετίθεσαν τῷ παρ᾽ αὐτοῖς Πύλῳ, καὶ γνωρίσματα δεικνύντες Γέρηνον τόπον καὶ Γέροντα ποταμὸν καὶ ἄλλον Γεράνιον, εἶτ᾽ ἀπὸ τούτων ἐπιθέτως Γερήνιον εἰρῆσθαι πιστούμενοι τὸν Νέστορα. τοῦτο δὲ ταὐτὸ καὶ οἱ Μεσσήνιοι πεποιήκασι, καὶ πιθανώτεροί γε φαίνονται: μᾶλλον γὰρ γνώριμά φασιν εἶναι τὰ παρ᾽ ἐκείνοις Γέρηνα, συνοικουμένην ποτὲ εὖ. τοιαῦτα μὲν τὰ περὶ τὴν κοίλην Ἦλιν ὑπάρχοντα νυνί.

1 Anon.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: