previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[18]

τοῦτο μὲν οὖν αὐτὸ καὶ Νέαρχος λέγει, περὶ δὲ τῶν θερινῶν ὄμβρων οὐχ ὁμολογεῖ, ἀλλά φησιν ὕεσθαι τὰ πεδία θέρους, χειμῶνος δ᾽ ἄνομβρα εἶναι. λέγουσι δ᾽ ἀμφότεροι καὶ τὰς ἀναβάσεις τῶν ποταμῶν. μέν γε Νέαρχος τοῦ Ἀκεσίνου πλησίον στρατοπεδεύοντάς φησιν ἀναγκασθῆναι μεταλαβεῖν τόπον ἄλλον ὑπερδέξιον κατὰ τὴν ἀνάβασιν, γενέσθαι δὲ τοῦτο κατὰ θερινὰς τροπάς. δ᾽ Ἀριστόβουλος καὶ μέτρα τῆς ἀναβάσεως ἐκτίθεται τετταράκοντα πήχεις, ὧν τοὺς μὲν εἴκοσιν ὑπὲρ τὸ προϋπάρχον βάθος πληροῦν μέχρι χείλους τὸ ῥεῖθρον, τοῖς δ᾽ εἴκοσιν ὑπέρχυσιν εἶναι εἰς τὰ πεδία. ὁμολογοῦσι δὲ καὶ διότι συμβαίνει νησίζειν τὰς πόλεις ἐπάνω χωμάτων ἱδρυμένας, καθάπερ καὶ ἐν Αἰγύπτῳ καὶ Αἰθιοπίᾳ: μετὰ δὲ ἀρκτοῦρον παύεσθαι τὴν πλήμμυραν ἀποβαίνοντος τοῦ ὕδατος: ἔτι δ᾽ ἡμίψυκτον σπείρεσθαι τὴν γῆν ὑπὸ τοῦ τυχόντος ὀρύκτου χαραχθεῖσαν, καὶ ὅμως φύεσθαι τὸν καρπὸν τέλειον καὶ καλόν. τὴν δ᾽ ὄρυζάν φησιν Ἀριστόβουλος ἑστάναι ἐν ὕδατι κλειστῷ, πρασιὰς δ᾽ [p. 965] εἶναι τὰς ἐχούσας αὐτήν: ὕψος δὲ τοῦ φυτοῦ τετράπηχυ πολύσταχύ τε καὶ πολύκαρπον: θερίζεσθαι δὲ περὶ δύσιν πληιάδος καὶ πτίσσεσθαι ὡς τὰς ζειάς: φύεσθαι δὲ καὶ ἐν τῇ Βακτριανῇ καὶ Βαβυλωνίᾳ καὶ Σουσίδι: καὶ κάτω δὲ Συρία φύει. Μέγιλλος δὲ τὴν ὄρυζαν σπείρεσθαι μὲν πρὸ τῶν ὄμβρων1 φησίν, ἀρδείας δὲ καὶ φυτείας μὴ δεῖσθαι ἀπὸ τῶν κλειστῶν ποτιζομένην ὑδάτων. περὶ δὲ τοῦ βοσμόρου φησὶν Ὀνησίκριτος διότι σῖτός ἐστι μικρότερος τοῦ πυροῦ, γεννᾶται δ᾽ ἐν ταῖς μεσοποταμίαις, φρύγεται δ᾽ ἐπὰν ἀλοηθῇ, προομνύντων μὴ ἀποίσειν ἄπυρον ἐκ τῆς ἅλω τοῦ μὴ ἐξάγεσθαι σπέρμα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: