previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[2]

τῶν δ᾽ Ἀργείων αἵ τε Πρασιαὶ καὶ τὸ Τημένιον, ἐν τέθαπται Τήμενος, καὶ ἔτι πρότερον τὸ χωρίον, δι᾽ οὗ ῥεῖ ποταμὸς Λέρνη καλουμένη ὁμώνυμος τῇ λίμνῃ, ἐν μεμύθευται τὰ περὶ τὴν Ὕδραν. τὸ δὲ Τημένιον ἀπέχει τοῦ Ἄργους ἓξ καὶ εἴκοσι σταδίους ὑπὲρ τῆς θαλάττης, ἀπὸ δὲ τοῦ Ἄργους εἰς τὸ Ἡραῖον τετταράκοντα, ἔνθεν δὲ εἰς Μυκήνας δέκα. μετὰ δὲ τὸ Τημένιον Ναυπλία, τὸ τῶν Ἀργείων ναύσταθμον: τὸ δ᾽ ἔτυμον ἀπὸ τοῦ ταῖς ναυσὶ προσπλεῖσθαι. ἀπὸ τούτου δὲ πεπλάσθαι φασὶ τὸν Ναύπλιον καὶ τοὺς παῖδας αὐτοῦ παρὰ τοῖς νεωτέροις: οὐ γὰρ Ὅμηρον ἀμνημονῆσαι ἂν τούτων, τοῦ μὲν Παλαμήδους τοσαύτην σοφίαν καὶ σύνεσιν ἐπιδεδειγμένου, δολοφονηθέντος δὲ ἀδίκως, τοῦ δὲ Ναυπλίου τοσοῦτον ἀπεργασαμένου φθόρον ἀνθρώπων περὶ τὸν Καφηρέα. δὲ γενεαλογία πρὸς τῷ μυθώδει καὶ τοῖς χρόνοις διημάρτηται: δεδόσθω γὰρ Ποσειδῶνος εἶναι, Ἀμυμώνης δὲ πῶς τὸν κατὰ τὰ Τρωικὰ ἔτι ζῶντα; ἐφεξῆς δὲ τῇ Ναυπλίᾳ τὰ σπήλαια καὶ οἱ ἐν αὐτοῖς οἰκοδομητοὶ λαβύρινθοι, Κυκλώπεια δ᾽ ὀνομάζουσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: