Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4] αὐτὴ δ᾽ ἡ Τουρδητανία θαυμαστῶς εὐτυχεῖ: παμφόρου δ᾽ οὔσης αὐτῆς, ὡσαύτως δὲ καὶ πολυφόρου, διπλασιάζεται τὰ εὐτυχήματα ταῦτα τῷ ἐκκομισμῷ: τὸ γὰρ περιττεῦον τῶν καρπῶν ἀπεμπολεῖται ῥᾳδίως τῷ πλήθει τῶν ναυκληρίων. ποιοῦσι δὲ τοῦτο οἵ τε ποταμοὶ καὶ αἱ ἀναχύσεις, ὡς εἶπον, ἐμφερεῖς τοῖς ποταμοῖς οὖσαι καὶ ἀναπλεόμεναι παραπλησίως ἐκ θαλάττης οὐ μικροῖς μόνον ἀλλὰ καὶ μεγάλοις σκάφεσιν εἰς τὰς ἐν τῇ μεσογαίᾳ πόλεις. ἅπασα γάρ ἐστι πεδιὰς ἡ ὑπὲρ τῆς παραλίας ἐπὶ πολὺ τῆς μεταξὺ τοῦ τε ἱεροῦ ἀκρωτηρίου καὶ στηλῶν. ἐνταῦθα δὲ πολλαχοῦ κοιλάδες εἰς τὴν μεσόγαιαν ἐκ τῆς θαλάττης ἀνέχουσι φάραγξι μετρίαις ἢ καὶ ῥείθροις ἐοικυῖαι ποταμίοις, ἐκτεταμέναι ἐπὶ πολλοὺς σταδίους: ταύτας δὲ πληροῦσιν αἱ τῆς θαλάττης ἐπιβάσεις κατὰ τὰς πλημμυρίδας, ὥστ᾽ ἀναπλεῖσθαι μηδὲν ἧττον ἢ τοὺς ποταμούς, ἀλλὰ καὶ βέλτιον: τοῖς γὰρ κατάπλοις ἔοικε τοῖς ποταμίοις, ἀντικόπτοντος μὲν οὐδενός, ἐπουρίζοντος δὲ τοῦ πελάγους καθάπερ τοῦ ποταμίου ῥεύματος διὰ τὴν πλημμυρίδα. αἱ δ᾽ ἐπιβάσεις μείζους εἰσὶν ἐνταῦθα ἢ ἐν τοῖς ἄλλοις τόποις, ὅτι εἰς πόρον συνωθουμένη στενὸν ἡ θάλαττα ἐκ μεγάλου πελάγους, ὃν ἡ Μαυρουσία ποιεῖ πρὸς τὴν Ἰβηρίαν, ἀνακοπὰς λαμβάνει καὶ φέρεται πρὸς τὰ εἴκοντα μέρη τῆς γῆς εὐπετῶς. ἔνιαι μὲν οὖν τῶν τοιούτων κοιλάδων κενοῦνται κατὰ τὰς ἀμπώτεις, τινὰς δ᾽ οὐ [p. 193] παντάπασιν ἐπιλείπει τὸ ὕδωρ, ἔνιαι δὲ καὶ νήσους ἀπολαμβάνουσιν ἐν ἑαυταῖς. τοιαῦται μὲν οὖν εἰσιν αἱ ἀναχύσεις αἱ μεταξὺ τοῦ τε ἱεροῦ ἀκρωτηρίου καὶ τῶν στηλῶν, ἐπίδοσιν ἔχουσαι σφοδροτέραν παρὰ τὰς ἐν τοῖς ἄλλοις τόποις: ἡ τοιαύτη δ᾽ ἐπίδοσις ἔχει μέν τι καὶ πλεονέκτημα πρὸς τὰς χρείας τῶν πλοϊζομένων: πλείους γὰρ καὶ μείζους ποιεῖ τὰς ἀναχύσεις, πολλάκις καὶ ἐπὶ * ὀκτὼ σταδίους ἀναπλεομένας, ὥστε τρόπον τινὰ πᾶσαν πλωτὴν παρέχεται τὴν γῆν καὶ εὐπετῆ πρός τε τὰς ἐξαγωγὰς τῶν φορτίων καὶ τὰς εἰσαγωγάς. ἔχει δέ τι καὶ ὀχληρόν: αἱ γὰρ ἐν τοῖς ποταμοῖς ναυτιλίαι διὰ τὴν σφοδρότητα τῆς πλημμυρίδος ἰσχυρότερον τῇ ῥύσει τῶν ποταμῶν ἀντιπνέουσαν κίνδυνον οὐ μικρὸν τοῖς ναυκληρίοις ἐπιφέρουσι κατακομιζομένοις τε ὁμοίως καὶ ἀνακομιζομένοις. αἱ δὲ ἀμπώτεις ἐν ταῖς ἀναχύσεσίν εἰσι βλαβεραί: ταῖς γὰρ πλημμυρίσιν ἀνὰ λόγον καὶ αὐταὶ παροξύνονται, διά τε τὸ τάχος καὶ ἐπὶ ξηρᾶς πολλάκις ἐγκατέλιπον τὴν ναῦν. τά τε βοσκήματα εἰς τὰς νήσους διαβαίνοντα τὰς1 πρὸ τῶν ἀναχύσεων τοτὲ μὲν οὖν καὶ ἐπεκλύσθη τοτὲ δὲ ἀπελήφθη, βιαζόμενα δ᾽ ἐπανελθεῖν οὐκ ἴσχυσεν ἀλλὰ διεφθάρη: τὰς δὲ βοῦς φασι καὶ τετηρηκυίας τὸ συμβαῖνον περιμένειν τὴν ἀναχώρησιν τῆς θαλάττης καὶ τότε ἀπαίρειν εἰς τὴν ἤπειρον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.