This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πολύβιος δὲ ποιεῖ ζώνας ἕξ, δύο μὲν τὰς τοῖς ἀρκτικοῖς ὑποπιπτούσας, δύο δὲ τὰς μεταξὺ τούτων τε καὶ τῶν τροπικῶν, καὶ δύο τὰς μεταξὺ τούτων καὶ τοῦ ἰσημερινοῦ. ἡ μὲν οὖν εἰς πέντε διαίρεσις δοκεῖ μοι καὶ φυσικῶς ἅμα καὶ γεωγραφικῶς εἰρῆσθαι: φυσικῶς μέν, ὅτι καὶ πρὸς τὰ οὐράνια καὶ πρὸς τὴν τοῦ περιέχοντος κρᾶσιν: πρὸς μὲν τὰ οὐράνια, ὅτι τοῖς περισκίοις καὶ τοῖς ἑτεροσκίοις καὶ τοῖς ἀμφισκίοις οὕτως ἂν ἄριστα διοριζομένοις συνδιορίζεται καὶ τὰ περὶ τὴν θέαν τῶν ἄστρων, ὁλοσχερεῖ τινι μερισμῷ λαμβάνοντα τὴν ἐξάλλαξιν: πρὸς δὲ τὴν τοῦ περιέχοντος κρᾶσιν, ὅτι τῆς τούτου κράσεως πρὸς τὸν ἥλιον κρινομένης διαφοραὶ τρεῖς εἰσιν αἱ γενικώταται καὶ συντείνουσαι πρός τε τὰς τῶν ζῴων καὶ φυτῶν συστάσεις καὶ τῶν ἄλλων * ἡμισυσταλεῖς τῶν ὑπὸ τῷ ἀέρι καὶ ἐν αὐτῷ ἐκείνῳ, ὑπερβολὴ θάλπους καὶ ἔλλειψις καὶ μεσότης. αὕτη δὲ τῷ εἰς τὰς ζώνας μερισμῷ λαμβάνει τὴν οἰκείαν διάκρισιν: αἵ τε γὰρ κατεψυγμέναι δύο τὴν ἔλλειψιν τοῦ θάλπους ὑπαγορεύουσιν εἰς μίαν τοῦ περιέχοντος φύσιν συναγόμεναι, αἵ τε εὔκρατοι παραπλησίως εἰς μίαν τὴν μεσότητα ἄγονται, εἰς δὲ τὴν λοιπὴν ἡ λοιπὴ μία καὶ διακεκαυμένη. ὅτι δὲ καὶ γεωγραφικός ἐστιν ὁ μερισμός, δῆλον: ζητεῖ γὰρ ἡ γεωγραφία τῆς [p. 128] ἑτέρας τῶν εὐκράτων ἀφορίσαι τὸ οἰκούμενον ὑφ᾽ ἡμῶν τμῆμα: πρὸς δύσει μὲν οὖν καὶ ἀνατολῇ θάλαττά ἐστιν ἡ περατοῦσα, πρὸς δὲ τὰ νότια καὶ τὰ βόρεια ὁ ἀήρ, ὁ μὲν μέσος εὔκρατος ὢν καὶ φυτοῖς καὶ ζῴοις, ὁ δ᾽ ἐφ᾽ ἑκάτερα δύσκρατος ὑπερβολῇ καὶ ἐλλείψει τοῦ θάλπους. εἰς δὲ τὰς τρεῖς διαφορὰς ταύτας ἐδέησε τῆς εἰς πέντε ζώνας διαιρέσεως: τῷ γὰρ ἰσημερινῷ τμηθεῖσα δίχα ἡ σφαῖρα τῆς γῆς εἴς τε τὸ βόρειον ἡμισφαίριον, ἐν ᾧ ἡμεῖς ἐσμεν, καὶ τὸ νότιον ὑπέγραψε τὰς τρεῖς διαφοράς: τὰ μὲν γὰρ πρὸς τῷ ἰσημερινῷ καὶ τῇ διακεκαυμένῃ ζώνῃ διὰ καῦμα ἀοίκητά ἐστι, τὰ δὲ πρὸς τῷ πόλῳ διὰ ψῦχος, τὰ δὲ μέσα τὰ εὔκρατα καὶ τὰ οἰκήσιμα. ὁ δὲ τὰς ὑπὸ τοῖς τροπικοῖς προστιθεὶς οὐκ ἀνὰ λόγον ταῖς πέντε ταύτας προστίθησιν οὐδ᾽ ὁμοίᾳ κεχρημένας διαφορᾷ, ἀλλ᾽ ὡς ἂν εἰ καὶ ταῖς ἐθνικαῖς διαφοραῖς ἀπέφαινε ζώνας, ἄλλην μὲν τὴν Αἰθιοπικήν, ἄλλην δὲ τὴν Σκυθικὴν καὶ Κελτικήν, τρίτην δὲ τὴν ἀνὰ μέσον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.