previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[4] αὗται μὲν δώδεκα Ἰωνικαὶ πόλεις, προσελήφθη δὲ χρόνοις ὕστερον καὶ Σμύρνα εἰς τὸ Ἰωνικὸν ἐναγαγόντων Ἐφεσίων: ἦσαν γὰρ αὐτοῖς σύνοικοι τὸ παλαιόν, ἡνίκα καὶ Σμύρνα ἐκαλεῖτο Ἔφεσος: καὶ Καλλῖνός που οὕτως ὠνόμακεν αὐτήν, Σμυρναίους τοὺς Ἐφεσίους καλῶν ἐν τῷ πρὸς τὸν Δία λόγῳΣμυρναίους δ᾽ ἐλέησον
καὶ πάλινμνῆσαι δ᾽ εἴκοτέ τοι μηρία καλὰ βοῶν
Σμυρναῖοι κατέκηαν.
1 Σμύρνα δ᾽ ἦν Ἀμαζὼν κατασχοῦσα τὴν Ἔφεσον, ἀφ᾽ ἧς τοὔνομα καὶ τοῖς ἀνθρώποις καὶ τῇ πόλει, ὡς καὶ ἀπὸ Σισύρβης Σισυρβῖται τινὲς τῶν Ἐφεσίων ἐλέγοντο: καὶ τόπος δέ τις τῆς Ἐφέσου Σμύρνα ἐκαλεῖτο, ὡς δηλοῖ Ἱππῶναξᾤκει δ᾽ ὄπισθε τῆς πόλιος ἐνὶ Σμύρνῃ
μεταξὺ Τρηχείης τε καὶ Λεπρῆς ἀκτῆς.
2 ἐκαλεῖτο γὰρ Λεπρὴ μὲν ἀκτὴ πρηὼν ὑπερκείμενος τῆς νῦν πόλεως, ἔχων μέρος τοῦ τείχους αὐτῆς: τὰ γοῦν ὄπισθεν [p. 885] τοῦ πρηῶνος κτήματα ἔτι νυνὶ λέγεται ἐν τῇ Ὀπισθολεπρίᾳ: τραχεῖα δ᾽ ἐκαλεῖτο περὶ τὸν Κορησσὸν Παρώρειος. δὲ πόλις ἦν τὸ παλαιὸν περὶ τὸ Ἀθήναιον τὸ νῦν ἔξω τῆς πόλεως ὂν κατὰ τὴν καλουμένην Ὑπέλαιον, ὥστε Σμύρνα ἦν κατὰ τὸ νῦν γυμνάσιον ὄπισθεν μὲν τῆς τότε πόλεως, μεταξὺ δὲ Τρηχείης τε καὶ Λεπρῆς ἀκτῆς. ἀπελθόντες δὲ παρὰ τῶν Ἐφεσίων οἱ Σμυρναῖοι στρατεύουσιν ἐπὶ τὸν τόπον, ἐν νῦν ἔστιν Σμύρνα, Λελέγων κατεχόντων: ἐκβαλόντες δ᾽ αὐτοὺς ἔκτισαν τὴν παλαιὰν Σμύρναν διέχουσαν τῆς νῦν περὶ εἴκοσι σταδίους. ὕστερον δὲ ὑπὸ Αἰολέων ἐκπεσόντες κατέφυγον εἰς Κολοφῶνα, καὶ μετὰ τῶν ἐνθένδε ἐπιόντες τὴν σφετέραν ἀπέλαβον: καθάπερ καὶ Μίμνερμος ἐν τῇ Ναννοῖ φράζει μνησθεὶς τῆς Σμύρνης ὅτι περιμάχητος ἀείἡμεῖς δηὖτε Πύλον Νηλήιον ἄστυ λιπόντες
ἱμερτὴν Ἀσίην νηυσὶν ἀφικόμεθα:
ἐς δ᾽ ἐρατὴν Κολοφῶνα βίην ὑπέροπλον ἔχοντες
ἑζόμεθ᾽ ἀργαλέης ὕβριος ἡγεμόνες.
κεῖθεν δ᾽ ἀστήεντος ἀπορνύμενοι ποταμοῖο
θεῶν βουλῇ Σμύρνην εἵλομεν Αἰολίδα.
3 ταῦτα μὲν περὶ τούτων: ἐφοδευτέον δὲ πάλιν τὰ καθ᾽ ἕκαστα, τὴν ἀρχὴν ἀπὸ τῶν ἡγεμονικωτέρων τόπων ποιησαμένους, ἐφ᾽ ὧνπερ καὶ πρῶτον αἱ κτίσεις ἐγένοντο, λέγω δὲ τῶν περὶ Μίλητον καὶ Ἔφεσον: αὗται γὰρ ἄρισται πόλεις καὶ ἐνδοξόταται.

1 Callinus fr. 2 (Bergk)

2 Hipponax fr. 44 (Bergk)

3 Mimnermus fr. 9 (Bergk)

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: