previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[31]

῾η μὲν οὖν οἰκουμένη δίχα διῄρηται τῷ τε Ταύρῳ καὶ τῇ ἐπὶ στήλας θαλάττῃ καλῶς. καὶ τοῦ νοτίου μέρους μὲν Ἰνδικὴ περιώρισται πολλοῖς: καὶ γὰρ ὄρει καὶ ποταμῷ καὶ θαλάττῃ καὶ ἑνὶ ὀνόματι ὡς1 ἑνὸς ἔθνους: ὥστε καὶ τετράπλευρος ὀρθῶς λέγεται καὶ ῥομβοειδής. δ᾽ Ἀριανὴ ἧττον μὲν τὸ εὐπερίγραφον ἔχει διὰ τὸ τὴν ἑσπερίαν πλευρὰν συγκεχύσθαι, διώρισται δ᾽ ὅμως ταῖς τε τρισὶ πλευραῖς ὡς ἂν εὐθείαις, καὶ τῷ ὀνόματι ὡς ἂν ἑνὸς ἔθνους. δὲ τρίτη σφραγὶς τελέως ἀπερίγραφός ἐστιν, οὕτω γε ἀφορισθεῖσα: τε γὰρ κοινὴ πλευρὰ αὐτῇ τε καὶ τῇ Ἀριανῇ συγκέχυται, ὡς [p. 111] προείρηται, καὶ νότιος πλευρὰ ἀργότατα εἴληπται: οὔτε γὰρ περιγράφει τὴν σφραγῖδα, διὰ μέσης τε αὐτῆς βαδίζουσα καὶ πολλὰ μέρη ἀπολείπουσα πρὸς νότον, οὔτε μῆκος ὑπογράφει τὸ μέγιστοντὸ γὰρ προσάρκτιον πλευρὸν μεῖζον), οὔθ᾽ Εὐφράτης ἑσπέριόν ἐστι πλευρὸν οὐδ᾽ εἰ ἐπ᾽ εὐθείας ῥέοι, τῶν ἄκρων αὐτοῦ μὴ ἐπὶ τοῦ αὐτοῦ μεσημβρινοῦ κειμένων. τί γὰρ μᾶλλον ἑσπέριον νότιον; χωρὶς δὲ τούτων, ὀλίγης οὔσης τῆς ἐπὶ θάλατταν λοιπῆς τὴν Κιλίκιον καὶ τὴν Συριακήν, τὸ μὴ μέχρι δεῦρο προάγειν δεῖν τὴν σφραγῖδα οὐ πιθανόν, τῆς τε Σεμιράμιδος καὶ τοῦ Νίνου Σύρων λεγομένων, ὧν τῆς μὲν Βαβυλὼν κτίσμα καὶ βασίλειον, τοῦ δὲ Νίνος ὡς ἂν μητρόπολις τῆς Συρίας. καὶ τῆς διαλέκτου δὲ μέχρι νῦν διαμενούσης τῆς αὐτῆς τοῖς τε ἐκτὸς τοῦ Εὐφράτου καὶ τοῖς ἐντός, τὸ ἐνταῦθα μέντοι τοιούτῳ μερισμῷ διασπᾶν ἔθνος γνωριμώτατον καὶ τὰ μέρη συνάπτειν τοῖς ἀλλοεθνέσιν ἥκιστα ἂν πρέποι. οὐδὲ γὰρ ὑπὸ μεγέθους ἀπηναγκάσθαι λέγοι ἄν: καὶ γὰρ τὸ μέχρι θαλάττης οὐ μήν πω ἂν ἐξισάζοιτο τῇ Ἰνδικῇ, ἀλλ᾽ οὐδὲ τῇ Ἀριανῇ, προσλαβὸν καὶ τὸ μέχρι τῶν ὅρων τῆς εὐδαίμονος Ἀραβίας καὶ τῆς Αἰγύπτου: ὥστε πολὺ κρεῖττον ἦν μέχρι δεῦρο προελθεῖν, τῆς τρίτης εἰπόντα σφραγῖδος τοσαύτῃ προσθήκῃ τῇ μέχρι τῆς Συριακῆς θαλάττης τὸ μὲν νότιον πλευρὸν οὐχ ὥσπερ ἐκεῖνος εἶπεν ἔχον, οὐδ᾽ ἐπ᾽ εὐθείας, ἀλλ᾽ ἀπὸ τῆς Καρμανίας εὐθὺς τὴν δεξιὰν παραλίαν εἰσπλέοντι τὸν Περσικὸν κόλπον μέχρι τῆς ἐκβολῆς τοῦ Εὐφράτου, καὶ μετὰ ταῦτα τοῖς ὁρίοις τῆς Μεσήνης καὶ τῆς Βαβυλωνίας συνάπτον, ἥπερ ἐστὶν ἀρχὴ τοῦ διορίζοντος τὴν εὐδαίμονα Ἀραβίαν ἀπὸ τῆς ἄλλης ἠπείρου, εἶτ᾽ ἐφεξῆς αὐτὸν τοῦτον διεξιόν, διῆκόν τε μέχρι τοῦ [p. 112] μυχοῦ τοῦ Ἀραβίου κόλπου καὶ Πηλουσίου, καὶ ἔτι τοῦ Κανωβικοῦ στόματος τοῦ Νείλου: τοῦτο μὲν τὸ νότιον πλευρόν, τὸ δὲ λοιπὸν ἑσπέριον τὴν ἀπὸ τοῦ Κανωβικοῦ στόματος μέχρι τῆς Κιλικίας παραλίαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: