Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[20] μετὰ δὲ τὸ Δῖον αἱ τοῦ Ἁλιάκμονος ἐκβολαί: εἶτα Πύδνα Μεθώνη Ἄλωρος καὶ ὁ Ἐρίγων ποταμὸς καὶ Λουδίας, ὁ μὲν ἐκ Τρικλάρων ῥέων δι᾽ Ὀρεστῶν [p. 459] καὶ τῆς Πελαγονίας ἐν ἀριστερᾷ ἀφιεὶς τὴν πόλιν καὶ συμβάλλων τῷ Ἀξιῷ: ὁ δὲ Λουδίας εἰς Πέλλαν ἀνάπλουν ἔχων σταδίων ἑκατὸν καὶ εἴκοσι. μέση δ᾽ οὖσα ἡ Μεθώνη τῆς μὲν Πύδνης ὅσον τετταράκοντα σταδίων ἀπέχει, τῆς Ἀλώρου δὲ ἑβδομήκοντα. ἔστι δ᾽ ἡ Ἄλωρος τὸ μυχαίτατον τοῦ Θερμαίου κόλπου: λέγεται δὲ Θεσσαλονίκεια διὰ τὴν ἐπιφάνειαν. τὴν μὲν οὖν Ἄλωρον Βοτταϊκὴν νομίζουσι, τὴν δὲ Πύδναν Πιερικήν. Πέλλα ἐστὶ μὲν τῆς κάτω Μακεδονίας ἣν Βοττιαῖοι κατεῖχον: ἐνταῦθ᾽ ἦν πάλαι τὸ τῆς Μακεδονίας χρηματιστήριον: ηὔξησε τὴν πόλιν ἐκ μικρᾶς Φίλιππος τραφεὶς ἐν αὐτῇ. ἔχει δ᾽ ἄκραν ἐν λίμνῃ τῇ καλουμένῃ Λουδίᾳ: ἐκ ταύτης ὁ Λουδίας ἐκδίδωσι ποταμός, αὐτὴν δὲ πληροῖ τοῦ Ἀξιοῦ τι ἀπόσπασμα. ὁ δὲ Ἀξιὸς ἐκδίδωσι μεταξὺ Χαλάστρας καὶ Θέρμης: ἐπίκειται δὲ τῷ ποταμῷ τούτῳ χωρίον ἐρυμνόν, ὃ νῦν μὲν καλεῖται Ἀβυδών, Ὅμηρος δ᾽ Ἀμυδῶνα καλεῖ, καί φησι τοὺς Παίονας ἐντεῦθεν εἰς Τροίαν ἐπικούρους ἐλθεῖν “ τηλόθεν ἐξ Ἀμυδῶνος ἀπ᾽ Ἀξιοῦ εὐρυρέοντος.
”1 κατεσκάφη δ᾽ ὑπὸ τῶν Ἀργεαδῶν. E.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.