Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[22] ἔπειτα τοῦτο καὶ ἐπὶ τῶν Περραιβῶν καὶ τῶν Αἰνιάνων συνέβη: Ὅμηρος μὲν γὰρ συνέζευξεν αὐτοὺς ὡς πλησίον ἀλλήλων οἰκοῦντας: καὶ δὴ [p. 624] καὶ λέγεται ὑπὸ τῶν ὕστερον ἐπὶ χρόνον συχνὸν ἡ οἴκησις τῶν Αἰνιάνων ἐν τῷ Δωτίῳ γενέσθαι πεδίῳ, τοῦτο δ᾽ ἐστὶ πλησίον τῆς ἄρτι λεχθείσης Περραιβίας καὶ τῆς Ὄσσης καὶ ἔτι τῆς Βοιβηίδος λίμνης, ἐν μέσῃ μέν πως τῇ Θετταλίᾳ λόφοις δὲ ἰδίοις περικλειόμενον, περὶ οὗ Ἡσίοδος οὕτως εἴρηκεν “ἢ οἵη Διδύμους ἱεροὺς ναίουσα κολωνοὺς Δωτίῳ ἐν πεδίῳ, πολυβότρυος ἄντ᾽ Ἀμύροιο, νίψατο Βοιβιάδος λίμνης πόδα παρθένος ἀδμής.” οἱ μὲν οὖν Αἰνιᾶνες οἱ πλείους εἰς τὴν Οἴτην ἐξηλάθησαν ὑπὸ τῶν Λαπιθῶν, κἀνταῦθα δὲ ἐδυνάστευσαν ἀφελόμενοι τῶν τε Δωριέων τινὰ μέρη καὶ τῶν Μαλιέων μέχρι Ἡρακλείας καὶ Ἐχίνου, τινὲς δ᾽ αὐτῶν ἔμειναν περὶ Κύφον, Περραιβικὸν ὄρος ὁμώνυμον κατοικίαν ἔχον. οἱ δὲ Περραιβοὶ τινὲς μὲν συσταλέντες περὶ τὰ ἑσπέρια τοῦ Ὀλύμπου μέρη κατέμενον αὐτόθι πρόσχωροι ὄντες Μακεδόσι, τὸ δὲ πολὺ μέρος εἰς τὰ περὶ τὴν Ἀθαμανίαν ὄρη καὶ τὴν Πίνδον ἐξέπεσε: νυνὶ δὲ μικρὸν ἢ οὐδὲν αὐτῶν ἴχνος σώζεται. τοὺς δ᾽ οὖν ὑπὸ τοῦ ποιητοῦ λεχθέντας Μάγνητας ὑστάτους ἐν τῷ Θετταλικῷ καταλόγῳ νομιστέον τοὺς ἐντὸς τῶν Τεμπῶν ἀπὸ τοῦ Πηνειοῦ καὶ τῆς Ὄσσης ἕως Πηλίου, Μακεδόνων τοῖς Πιεριώταις ὁμόρους τοῖς ἔχουσι τὴν τοῦ Πηνειοῦ περαίαν μέχρι τῆς θαλάττης. τὸ μὲν οὖν Ὁμόλιον ἢ τὴν Ὁμόλην (λέγεται γὰρ ἀμφοτέρως) ἀποδοτέον αὐτοῖς: εἴρηται δ᾽ ἐν τοῖς Μακεδονικοῖς ὅτι ἐστὶ πρὸς τῇ Ὄσσῃ κατὰ τὴν ἀρχὴν τῆς τοῦ Πηνειοῦ διὰ τῶν Τεμπῶν διεκβολῆς. εἰ δὲ καὶ μέχρι τῆς παραλίας προϊτέον τῆς ἐγγυτάτω τοῦ Ὁμολίου, λόγον ἔχει ὥστε καὶ τὸν Ῥιζοῦντα προσνέμειν καὶ Ἐρυμνὰς ἐν τῇ ὑπὸ Φιλοκτήτῃ παραλίᾳ κειμένας καὶ τῇ ὑπὸ Εὐμήλῳ. τοῦτο μὲν οὖν ἐν ἀσαφεῖ κείσθω. καὶ ἡ τάξις δὲ τῶν ἐφεξῆς τόπων μέχρι Πηνειοῦ οὐ [p. 625] διαφανῶς λέγεται, ἀδόξων δ᾽ ὄντων τῶν τόπων οὐδ᾽ ἡμῖν περὶ πολλοῦ θετέον. ἡ μέντοι Σηπιὰς ἀκτὴ καὶ τετραγῴδηται μετὰ ταῦτα καὶ ἐξύμνηται διὰ τὸν ἐνταῦθα ἀφανισμὸν τοῦ Περσικοῦ στόλου: ἔστι δ᾽ αὕτη μὲν ἀκτὴ πετρώδης, μεταξὺ δ᾽ αὐτῆς καὶ Κασθαναίας κώμης ὑπὸ τῷ Πηλίῳ κειμένης αἰγιαλός ἐστιν, ἐν ᾧ ὁ Ξέρξου στόλος ναυλοχῶν ἀπηλιώτου πολλοῦ πνεύσαντος ὁ μὲν εὐθὺς αὐτοῦ πρὸς τὸ ξηρὸν ἐξώκειλε καὶ διελύθη παραχρῆμα, ὁ δ᾽ εἰς Ἰπνοὺς τόπον τραχὺν τῶν περὶ τὸ Πήλιον παρενεχθεὶς ὁ δ᾽ εἰς Μελίβοιαν ὁ δ᾽ εἰς τὴν Κασθαναίαν διεφθάρη. τραχὺς δ᾽ ἐστὶν ὁ παράπλους πᾶς ὁ τοῦ Πηλίου ὅσον σταδίων ὀγδοήκοντα: τοσοῦτος δ᾽ ἐστὶ καὶ τοιοῦτος καὶ ὁ τῆς Ὄσσης. μεταξὺ δὲ κόλπος σταδίων πλειόνων ἢ διακοσίων, ἐν ᾧ ἡ Μελίβοια. ὁ δὲ πᾶς ἀπὸ Δημητριάδος ἐγκολπίζοντι ἐπὶ τὸν Πηνειὸν μείζων τῶν χιλίων, ἀπὸ δὲ Σπερχειοῦ καὶ ἄλλων ὀκτακοσίων, ἀπὸ δὲ Εὐρίπου δισχιλίων τριακοσίων πεντήκοντα. Ἱερώνυμος δὲ τῆς πεδιάδος Θετταλίας καὶ Μαγνήτιδος τὸν κύκλον τρισχιλίων ἀποφαίνεται σταδίων, ᾠκῆσθαι δ᾽ ὑπὸ Πελασγῶν, ἐξελαθῆναι δὲ τούτους εἰς τὴν Ἰταλίαν ὑπὸ Λαπιθῶν: εἶναι δὲ τὸ νῦν καλούμενον Πελασγικὸν πεδίον, ἐν ᾧ Λάρισα καὶ Γυρτώνη καὶ Φεραὶ καὶ Μόψιον καὶ Βοιβηὶς καὶ Ὄσσα καὶ Ὁμόλη καὶ Πήλιον καὶ Μαγνῆτις: Μόψιον δ᾽ ὠνόμασται οὐκ ἀπὸ Μόψου τοῦ Μαντοῦς τῆς Τειρεσίου, ἀλλ᾽ ἀπὸ τοῦ Λαπίθου τοῦ συμπλεύσαντος τοῖς Ἀργοναύταις: ἄλλος δ᾽ ἐστὶ Μόψοπος, ἀφ᾽ οὗ ἡ Ἀττικὴ Μοψοπία.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.