previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[13]

ἄνδρες δ᾽ ἐγένοντο μνήμης ἄξιοι πολλοὶ στρατηλάται τε καὶ ἀθληταί, ὧν εἰσι καὶ οἱ Παναιτίου τοῦ φιλοσόφου πρόγονοι: τῶν δὲ πολιτικῶν καὶ τῶν περὶ λόγους καὶ φιλοσοφίαν τε Παναίτιος αὐτὸς καὶ Στρατοκλῆς καὶ Ἀνδρόνικος ἐκ τῶν περιπάτων καὶ Λεωνίδης στωικός, ἔτι δὲ πρότερον Πραξιφάνης καὶ Ἱερώνυμος καὶ Εὔδημος. Ποσειδώνιος δ᾽ ἐπολιτεύσατο μὲν ἐν Ῥόδῳ καὶ ἐσοφίστευσεν, ἦν δ᾽ Ἀπαμεὺς ἐκ τῆς Συρίας, καθάπερ καὶ Ἀπολλώνιος μαλακὸς καὶ Μόλων, ἦσαν δὲ Ἀλαβανδεῖς, Μενεκλέους μαθηταὶ τοῦ ῥήτορος. ἐπεδήμησε δὲ πρότερον Ἀπολλώνιος, ὀψὲ δ᾽ ἧκεν Μόλων, καὶ ἔφη πρὸς αὐτὸν ἐκεῖνοςὀψὲ μολώνἀντὶ τοῦ ἐλθών: καὶ Πείσανδρος δ᾽ τὴν Ἡράκλειαν γράψας ποιητὴς Ῥόδιος, καὶ Σιμμίας γραμματικὸς καὶ Ἀριστοκλῆς καθ᾽ ἡμᾶς: Διονύσιος δὲ Θρᾷξ καὶ Ἀπολλώνιος τοὺς Ἀργοναύτας ποιήσας Ἀλεξανδρεῖς μέν, ἐκαλοῦντο δὲ Ῥόδιοι. περὶ μὲν Ῥόδου ἀποχρώντως εἴρηται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: