previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[58]

ὅτι Ἑλλήσποντος οὐχ ὁμολογεῖται παρὰ πᾶσιν αὐτός, ἀλλὰ δόξαι περὶ αὐτοῦ λέγονται πλείους. οἱ [p. 472] μὲν γὰρ ὅλην τὴν Προποντίδα καλοῦσιν Ἑλλήσποντον, οἱ δὲ μέρος τῆς Προποντίδος τὸ ἐντὸς Περίνθου: οἱ δὲ προσλαμβάνουσι καὶ τῆς ἔξω θαλάσσης τῆς πρὸς τὸ Αἰγαῖον πέλαγος καὶ τὸν Μέλανα κόλπον ἀνεῳγμένης, καὶ οὗτοι ἄλλος ἄλλα ἀποτεμνόμενος: οἱ μὲν τὸ ἀπὸ Σιγείου ἐπὶ Λάμψακον καὶ Κύζικον Πάριον Πρίαπον, δὲ προσλαμβάνων καὶ τὸ ἀπὸ Σιγρίου τῆς Λεσβίας. οὐκ ὀκνοῦσι δέ τινες καὶ τὸ μέχρι τοῦ Μυρτῴου πελάγους ἅπαν καλεῖν Ἑλλήσποντον, εἴπερ, ὥς φησιν ἐν τοῖς ὕμνοις Πίνδαρος, οἱ μεθ᾽ Ἡρακλέους ἐκ Τροίας πλέοντες διὰ παρθένιον Ἕλλας πορθμόν, ἐπεὶ τῷ Μυρτῴῳ συνῆψαν, εἰς Κῶν ἐπαλινδρόμησαν ζεφύρου ἀντιπνεύσαντος. οὕτω δὲ καὶ τὸ Αἰγαῖον πέλαγος μέχρι τοῦ Θερμαίου κόλπου καὶ τῆς κατὰ Θετταλίαν καὶ Μακεδονίαν θαλάσσης ἅπαν ἀξιοῦσιν Ἑλλήσποντον προσαγορεύειν δεῖν, μάρτυρα καὶ Ὅμηρον καλοῦντες. φησὶ γάρὄψεαι, ἢν ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ,
ἦρι μάλ᾽ Ἑλλήσποντον ἐπ᾽ ἰχθυοέντα πλεούσας
νῆας ἐμάς.
1 ἐλέγχεται δὲ τὸ τοιοῦτον ἐκ τῶν ἐπῶν ἐκείνωνἥρως Ἰμβρασίδης, ὃς ἄρ᾽ Αἰνόθεν εἰληλούθει:
2 οὗτος δὲ τῶν Θρᾳκῶν ἡγεῖτοὅσσους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει:
3 τοὺς γὰρ ἐφεξῆς τούτων ἐκτὸς ἂν καὶ τοῦ Ἑλλησπόντου καθιδρυμένους ἀποφαίνοι. μὲν γὰρ Αἶνος κεῖται κατὰ τὴν πρότερον Ἀψυνθίδα νῦν δὲ Κορπιλικὴν λεγομένην, δὲ τῶν Κικόνων ἐφεξῆς πρὸς δύσιν. E.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: