previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[7]

μὲν οὖν πόλις τῶν Ἀργείων ἐν χωρίοις ἐπιπέδοις ἵδρυται τὸ πλέον, ἄκραν δ᾽ ἔχει τὴν καλουμένην Λάρισαν, λόφον εὐερκῆ μετρίως ἔχοντα ἱερὸν Διός: ῥεῖ δ᾽ αὐτῆς πλησίον Ἴναχος χαραδρώδης ποταμὸς τὰς πηγὰς ἔχων ἐκ Λυρκείου1. περὶ δὲ τῶν μυθευομένων πηγῶν εἴρηται διότι πλάσματα ποιητῶν ἐστί: πλάσμα δὲ καὶ τὸ Ἄργος ἄνυδρονθεοὶ δ᾽ αὖ θέσαν Ἄργος ἔνυδροντῆς τε χώρας κοίλης οὔσης καὶ ποταμοῖς διαρρεομένης καὶ ἕλη καὶ λίμνας παρεχομένης, καὶ τῆς πόλεως εὐπορουμένης ὕδασι φρεάτων πολλῶν καὶ ἐπιπολαίων. αἰτιῶνται δὲ τῆς ἀπάτης τὸκαί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱκοίμην.
2τοῦτο δ᾽ ἤτοι [p. 526] ἀντὶ τοῦ πολυπόθητον κεῖται, χωρὶς τοῦ δ πολυίψιον, ὡςπολύφθορόν τε δῶμα Πελοπιδῶν τόδε
3 φησὶ Σοφοκλῆς: τὸ γὰρ4 ἴψασθαι φθοράν τινα καὶ βλάβην σημαίνεινῦν μὲν πειρᾶται, τάχα δ᾽ ἴψεται υἷας Ἀχαιῶν
5κατὰ χρόα καλὸν ἰάψῃ:
6Ἄιδι προίαψεν
7 ἄλλως τε οὐ τὴν πόλιν λέγει τὸ Ἄργοςοὐ γὰρ ἐκεῖσε ἔμελλεν ἀφίξεσθαιἀλλὰ τὴν Πελοπόννησον, οὐ δήπου καὶ ταύτην διψηρὰν οὖσαν. καὶ σὺν τῷ <δ> δὲ ὑπερβατῶς δέχονταί τινες κατὰ συναλιφὴν μετὰ τοῦ συνδέσμου τοῦ δέ, ἵν᾽ οὕτωςκαί κεν ἐλέγχιστος πολὺ δ᾽ ἴψιον Ἄργος ἱκοίμην,’ ... πολυίψιον Ἄργοσδε ἱκοίμην ἀντὶ τοῦ εἰς Ἄργος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: