Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[40] τοιαύταις δή τισιν ἀφορμαῖς ὁ ποιητὴς χρησάμενος τὰ μὲν ὁμολογεῖ τοῖς ἱστορουμένοις, προσμυθεύει δὲ τούτοις, ἔθος τι φυλάττων καὶ κοινὸν καὶ ἴδιον. ὁμολογεῖ μέν, ὅταν Αἰήτην ὀνομάζῃ, καὶ τὸν Ἰάσονα καὶ τὴν Ἀργὼ λέγῃ, καὶ παρὰ τὴν Αἶαν τὴν Αἰαίην πλάττῃ, καὶ τὸν Εὔνεων ἐν Λήμνῳ καθιδρύῃ, καὶ ποιῇ τῷ Ἀχιλλεῖ φίλην τὴν νῆσον, καὶ παρὰ τὴν Μήδειαν τὴν Κίρκην φαρμακίδα ποιῇ ‘αὐτοκασιγνήτην ὀλοόφρονος Αἰήταο:’ προσμυθοποιεῖ δὲ τὸν ἐξωκεανισμὸν τὸν κατὰ τὴν πλάνην συμβάντα τὴν ἀπ᾽ ἐκείνου τοῦ πλοῦ. ἐπεὶ κἀκεῖνο ὑποκειμένων μὲν τούτων εὖ λέγεται ‘Ἀργὼ πασιμέλουσα,’ ὡς ἐν γνωρίμοις τόποις καὶ εὐανδροῦσι τῆς ναυστολίας γενομένης: εἰ δ᾽, ὥσπερ ὁ Σκήψιός φησι παραλαβὼν μάρτυρα Μίμνερμον, ὃς ἐν τῷ ὠκεανῷ ποιήσας τὴν οἴκησιν τοῦ Αἰήτου πρὸς ταῖς ἀνατολαῖς ἐκτὸς πεμφθῆναί φησιν ὑπὸ τοῦ Πελίου τὸν Ἰάσονα καὶ κομίσαι τὸ δέρος, οὔτ᾽ ἂν ἡ ἐπὶ τὸ δέρος ἐκεῖσε πομπὴ πιθανῶς λέγοιτο εἰς ἀγνῶτας καὶ ἀφανεῖς τόπους, οὔθ᾽ ὁ δι᾽ ἐρήμων καὶ ἀοίκων καὶ καθ᾽ ἡμᾶς τοσοῦτον ἐκτετοπισμένων πλοῦς οὔτ᾽ ἔνδοξος οὔτε πασιμέλων.1
1 post πασιμέλων: ‘οὐδέ κοτ᾽ ἂν μέγα κῶας ἀνήγαγεν αὐτὸς Ἰήσων ἐξ Αἴης, τελέσας ἀλγινόεσσαν ὁδόν, ὑβριστῇ Πελίῃ τελέων χαλεπηρὲς ἄεθλον, οὐδ᾽ ἂν ἐπ᾽ ὠκεανοῦ καλὸν ἵκοντο ῥόον:’ καὶ ὑποβάς ‘Αἰν́ταο πόλιν, τόθι τ᾽ ὠκέος ἠελίοιο ἀκτῖνες χρυσέῳ κείαται ἐν θαλάμῳ ὠκεανοῦ παρὰ χείλεσ᾽, ἵν᾽ ᾤχετο θεῖος Ἰήσων.’
The Annenberg CPB/Project provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.
- Cross-references in general dictionaries to this page
(4):
- LSJ, εὐανδρ-έω
- LSJ, πα_σι^-μέλων
- LSJ, προσμυ_θο-ποιέω
- LSJ, ὑποβαίνω