previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[41] οὕτω μὲν δὴ λέγουσιν οἱ Ἰλιεῖς, Ὅμηρος δὲ ῥητῶς τὸν ἀφανισμὸν τῆς πόλεως εἴρηκενἔσσεται ἦμαρ ὅταν ποτ᾽ ὀλώλῃ Ἴλιος ἱρή.
1 γὰρ καὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν2.
”“ βουλῇ καὶ μύθοισι.
”“ πέρθετο δὲ Πριάμοιο πόλις δεκάτῳ ἐνιαυτῷ
3 καὶ τὰ τοιαῦτα δὲ τοῦ αὐτοῦ τίθενται τεκμήρια, οἷον ὅτι τῆς Ἀθηνᾶς τὸ ξόανον νῦν μὲν ἑστηκὸς ὁρᾶται, Ὅμηρος δὲ καθήμενον ἐμφαίνει: πέπλον γὰρ κελεύειθεῖναι Ἀθηναίης ἐπὶ γούνασιν.4
5,Hom. Il. 6.273 ὡς καί,“ μή ποτε γούνασιν οἷσιν ἐφέζεσθαι φίλον υἱόν.
6 βέλτιον γὰρ οὕτως ὡς τινὲς δέχονται ἀντὶ τοῦπαρὰ τοῖς γόνασι θεῖναιπαρατιθέντες τὸ δ᾽ ἧσται ἐπ᾽ ἐσχάρῃ ἐν πυρὸς αὐγῇ
7 ἀντὶ τοῦπαρ᾽ ἐσχάρῃ.’ τίς γὰρ ἂν νοηθείη πέπλου ἀνάθεσις παρὰ τοῖς γόνασι; καὶ οἱ τὴν προσῳδίαν δὲ διαστρέφοντες, ‘γουνάσινὡς θυιάσιν, ὁποτέρως ἂν δέξωνται, [p. 842] ἀπεραντολογοῦσιν, εἴθ᾽ ἱκετείας ἑρμηνεύοντες εἴτε φρένας. πολλὰ δὲ τῶν ἀρχαίων τῆς Ἀθηνᾶς ξοάνων καθήμενα δείκνυται, καθάπερ ἐν Φωκαίᾳ Μασσαλίᾳ Ῥώμῃ Χίῳ ἄλλαις πλείοσιν. ὁμολογοῦσι δὲ καὶ οἱ νεώτεροι τὸν ἀφανισμὸν τῆς πόλεως, ὧν ἔστι καὶ Λυκοῦργος ῥήτωρ: μνησθεὶς γὰρ τῆς Ἰλιέων πόλεως φησίτίς οὐκ ἀκήκοεν, ὡς ἅπαξ ὑπὸ τῶν Ἑλλήνων κατεσκάφθη, ἀοίκητον οὖσαν;”8

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: