previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[21]

μετὰ δὲ τὸν Πειραιᾶ Φαληρεῖς δῆμος ἐν τῇ ἐφεξῆς παραλίᾳ: εἶθ᾽ Ἁλιμούσιοι Αἰξωνεῖς Ἁλαιεῖς οἱ Αἰξωνικοὶ Ἀναγυράσιοι: εἶτα Θοραιεῖς Λαμπτρεῖς Αἰγιλιεῖς Ἀναφλύστιοι Ἀζηνιεῖς: οὗτοι μὲν οἱ μέχρι τῆς ἄκρας τοῦ Σουνίου. μεταξὺ δὲ τῶν λεχθέντων δήμων μακρὰ ἄκρα, πρώτη μετὰ τοὺς Αἰξωνέας Ζωστήρ, εἶτ᾽ ἄλλη μετὰ Θοραιέας Ἀστυπάλαια: ὧν τῆς μὲν πρόκειται νῆσος Φάβρα τῆς δ᾽ Ἐλαιοῦσσα: καὶ κατὰ τοὺς Αἰξωνέας δ᾽ ἔστιν Ὑδροῦσσα: περὶ δὲ Ἀνάφλυστόν ἐστι καὶ τὸ Πανεῖον καὶ τὸ τῆς Κωλιάδος Ἀφροδίτης ἱερόν, εἰς ὃν τόπον ἐκκυμανθῆναι τὰ τελευταῖα τὰ ἐκ τῆς περὶ Σαλαμῖνα ναυμαχίας τῆς Περσικῆς ναυάγιά φασι, περὶ ὧν καὶ τὸν Ἀπόλλω προειπεῖνΚωλιάδες δὲ γυναῖκες ἐρετμοῖσι φρύξουσι.’ πρόκειται δὲ καὶ τούτων τῶν τόπων Βέλβινα νῆσος οὐ πολὺ ἄπωθεν καὶ Πατρόκλου χάραξ: ἔρημοι δ᾽ αἱ πλεῖσται τούτων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: