previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[7] Φθῖοι δὲ καλοῦνται οἵ τε ὑπ᾽ Ἀχιλλεῖ καὶ ὑπὸ Πρωτεσιλάῳ καὶ Φιλοκτήτῃ: δὲ ποιητὴς τούτου μάρτυς. εἰπὼν γὰρ ἐν τῷ καταλόγῳ τῶν ὑπ᾽ Ἀχιλλεῖοἵ τ᾽ εἶχον Φθίην,’ ἐν τῇ ἐπὶ ναυσὶ μάχῃ τούτους μὲν ὑπομένοντας ἐν ταῖς ναυσὶ πεποίηκε μετὰ τοῦ Ἀχιλλέως καὶ καθ᾽ ἡσυχίαν ὄντας, τοὺς δ᾽ ὑπὸ Φιλοκτήτῃ μαχομένους ἔχοντας Μέδοντα ἡγεμόνα καὶ τοὺς ὑπὸ Πρωτεσιλάῳ, Ποδάρκους ... περὶ ὧν κοινῶς μὲν οὕτω φησίνἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες ἑλκεχίτωνες, Λοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἐπειοί:’ ἰδίως δέπρὸ Φθίων δὲ Μέδων τε μενεπτόλεμός τε Ποδάρκης. οἱ μὲν πρὸ Φθίων μεγαθύμων θωρηχθέντες ναῦφιν ἀμυνόμενοι μετὰ Βοιωτῶν ἐμάχοντο.’ τάχα δὲ καὶ οἱ σὺν Εὐρυπύλῳ Φθῖοι ἐλέγοντο, ὅμοροι τούτοις ὄντες: νῦν μέντοι Μαγνησίας νομίζουσι τῆς τε ὑπ᾽ Εὐρυπύλῳ τὰ περὶ Ὀρμένιον καὶ τὴν ὑπὸ Φιλοκτήτῃ πᾶσαν, τὴν δ᾽ ὑπὸ [p. 610] Πρωτεσιλάῳ τῆς Φθίας ἀπὸ Δολοπίας καὶ τῆς Πίνδου μέχρι τῆς Μαγνητικῆς θαλάττης: μέχρι δὲ τῆς ὑπὸ Πρωτεσιλάῳ πόλεως Ἀντρῶνος, νῦν πληθυντικῶς λέγεται, τὸ πλάτος ἀφορίζεται τῆς ὑπὸ Πηλεῖ καὶ Ἀχιλλεῖ γῆς, ἀπὸ τῆς Τραχινίας καὶ τῆς Οἰταίας ἀρξαμένοις: τὸ δ᾽ αὐτὸ σχεδόν τι μῆκός ἐστι τοῦ Μαλιακοῦ κόλπου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: