previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[8] τοῦ δὲ τῶν Μασσαγετῶν καὶ τῶν Σακῶν ἔθνους καὶ οἱ Ἀττάσιοι καὶ οἱ Χωράσμιοι, εἰς οὓς ἀπὸ τῶν Βακτριανῶν καὶ τῶν Σογδιανῶν ἔφυγε Σπιταμένης, εἷς ἐκ τῶν ἀποδράντων Περσῶν τὸν Ἀλέξανδρον, καθάπερ καὶ Βῆσσος: καὶ ὕστερον δὲ Ἀρσάκης τὸν Καλλίνικον φεύγων Σέλευκον εἰς τοὺς Ἀπασιάκας ἐχώρησε. φησὶ δ᾽ Ἐρατοσθένης τοὺς Ἀραχωτοὺς καὶ Μασσαγέτας τοῖς Βακτρίοις παρακεῖσθαι πρὸς δύσιν παρὰ τὸν Ὦξον, καὶ Σάκας μὲν καὶ Σογδιανοὺς τοῖς ὅλοις ἐδάφεσιν ἀντικεῖσθαι τῇ Ἰνδικῇ, Βακτρίους δ᾽ ἐπ᾽ ὀλίγον: τὸ γὰρ πλέον τῷ Παροπαμισῷ παρακεῖσθαι: διείργειν δὲ Σάκας μὲν καὶ Σογδιανοὺς τὸν Ἰαξάρτην, καὶ Σογδιανοὺς δὲ καὶ Βακτριανοὺς τὸν Ὦξον, μεταξὺ δὲ Ὑρκανῶν καὶ Ἀρίων Ταπύρους οἰκεῖν: κύκλῳ δὲ περὶ τὴν θάλατταν μετὰ τοὺς Ὑρκανοὺς Ἀμάρδους τε καὶ Ἀναριάκας καὶ Καδουσίους καὶ Ἀλβανοὺς καὶ Κασπίους καὶ Οὐιτίους, τάχα δὲ καὶ ἑτέρους μέχρι Σκυθῶν, ἐπὶ θάτερα δὲ μέρη τῶν Ὑρκανῶν Δέρβικας, τοὺς δὲ Καδουσίους συμψαύειν Μήδων καὶ Ματιανῶν ὑπὸ τὸν Παραχοάθραν. [p. 722]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: