previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[5]

οἶμαι δὴ πολλὰς ἔχειν εὐθύνας τοῦτον τὸν λόγον. πρῶτον μὲν ὅτι πολλαῖς μαρτυρίαις ἐκείνου χρησαμένου μιᾷ φησι τῇ Πατροκλέους αὐτὸν χρῆσθαι. τίνες οὖν ἦσαν οἱ φάσκοντες τὰ μεσημβρινὰ ἄκρα τῆς Ἰνδικῆς ἀνταίρειν τοῖς κατὰ Μερόην; τίνες δ᾽ οἱ τὸ ἀπὸ Μερόης διάστημα μέχρι τοῦ δι᾽ Ἀθηνῶν παραλλήλου τοσοῦτον λέγοντες; τίνες δὲ πάλιν οἱ τὸ τῶν ὀρῶν πλάτος τοσοῦτον, οἱ τὸ ἀπὸ τῆς Κιλικίας ἐπὶ τὴν Ἀμισὸν τὸ αὐτὸ τούτῳ λέγοντες; τίνες δὲ οἱ τὸ ἀπὸ Ἀμισοῦ διὰ Κόλχων καὶ τῆς Ὑρκανίας μέχρι Βακτρίων καὶ τῶν ἐπέκεινα εἰς τὴν ἑῴαν θάλατταν καθηκόντων ἐπ᾽ εὐθείας τε εἶναι λέγοντες καὶ ἐπ᾽ ἰσημερινὰς ἀνατολὰς καὶ παρὰ τὰ ὄρη ἐν δεξιᾷ ἔχοντι αὐτά; πάλιν τὸ ἐπὶ τὴν δύσιν ἐπ᾽ εὐθείας ταύτῃ τῇ γραμμῇ, διότι ἐπὶ τὴν Προποντίδα ἐστὶ καὶ τὸν Ἑλλήσποντον; ταῦτα γὰρ Ἐρατοσθένης λαμβάνει πάντα ὡς καὶ ἐκμαρτυρούμενα ὑπὸ τῶν ἐν τοῖς τόποις γενομένων, ἐντετυχηκὼς ὑπομνήμασι πολλοῖς, ὧν εὐπόρει βιβλιοθήκην ἔχων τηλικαύτην ἡλίκην αὐτὸς Ἵππαρχός φησι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: