previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[6]

᾿εκεῖνο δὲ πυνθάνομαι τί ἐκώλυε, πρὶν ἀνεῳγέναι τὸ στόμα τὸ κατὰ Βυζάντιον, ταπεινότερον ὂν τὸ τοῦ Εὐξείνου ἔδαφος τοῦ τῆς Προποντίδος καὶ τῆς ἑξῆς θαλάττης πληρωθῆναι ὑπὸ τῶν ποταμῶν, εἴτε θάλατταν οὖσαν καὶ πρότερον εἴτε λίμνην μείζω τῆς Μαιώτιδος; εἰ γὰρ τοῦτο συγχωροῖτο, προσερήσομαι καὶ τοῦτο: ἆρά γε ἐπιφάνεια τοῦ ὕδατος ἐκείνου καὶ τοῦ τῆς Προποντίδος οὐχ οὕτως εἶχεν ὥστε, μέχρι μὲν αὐτὴ ἦν, μὴ βιάζεσθαι πρὸς ἔκρυσιν διὰ τὴν ἐξ ἴσης ἀντέρεισιν καὶ θλῖψιν, ἐπειδὴ δὲ ὑπερεπόλασεν ἐντός, βιάσασθαι καὶ ἀπερᾶσαι τὸ πλεονάζον, ἐκ δὲ τούτου γενέσθαι σύρρουν τὸ ἔξω πέλαγος τῷ ἐντὸς καὶ τὴν αὐτὴν ἐπιφάνειαν ἐκείνῳ λαβεῖν, εἴτε θαλαττίῳ εἴτε λιμναίῳ μὲν πρότερον ὄντι, θαλαττίῳ δὲ ὕστερον, διὰ τὴν μῖξιν καὶ τὴν ἐπικράτειαν; εἰ γὰρ καὶ τοῦτο δώσουσιν, μὲν ἔκρυσις οὐκ ἂν κωλύοιτο νῦν, οὐκ [p. 68] ἀπὸ ὑπερτέρου δὲ ἐδάφους οὐδὲ ἐπικλινοῦς, ὅπερ ἠξίου Στράτων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: